Éxodo 34

Lee, resalta y exporta CODEX ALEXANDRINUS: Éxodo 34 en múltiples formatos. Haz clic en los versículos para resaltarlos, luego guarda o comparte tus selecciones. Puedes exportar en TXT, PDF o PNG. Todo gratis.

← →

🎨 Resaltar versículos

Consejo: Haz clic en cualquier versículo para resaltarlo con el color seleccionado
CODEX ALEXANDRINUS · Éxodo 34
1 καὶ εἶπεν κύριος πρὸς μωυσῆν λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας καθὼς καὶ αἱ πρῶται καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ γράψω ἐπὶ τῶν πλακῶν τὰ ῥήματα ἃ ἦν ἐν ταῖς πλαξὶν ταῖς πρώταις αἷς συνέτριψας 2 καὶ γίνου ἕτοιμος εἰς τὸ πρωὶ καὶ ἀναβήσῃ ἐπὶ τὸ ὄρος τὸ σινα καὶ στήσῃ μοι ἐκεῖ ἐπ' ἄκρου τοῦ ὄρους 3 καὶ μηδεὶς ἀναβήτω μετὰ σοῦ μηδὲ ὀφθήτω ἐν παντὶ τῷ ὄρει καὶ τὰ πρόβατα καὶ αἱ βόες μὴ νεμέσθωσαν πλησίον τοῦ ὄρους ἐκείνου 4 καὶ ἐλάξευσεν δύο πλάκας λιθίνας καθάπερ καὶ αἱ πρῶται καὶ ὀρθρίσας μωυσῆς ἀνέβη εἰς τὸ ὄρος τὸ σινα καθότι συνέταξεν αὐτῷ κύριος καὶ ἔλαβεν μωυσῆς τὰς δύο πλάκας τὰς λιθίνας 5 καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ καὶ ἐκάλεσεν τῷ ὀνόματι κυρίου 6 καὶ παρῆλθεν κύριος πρὸ προσώπου αὐτοῦ καὶ ἐκάλεσεν κύριος ὁ θεὸς οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς 7 καὶ δικαιοσύνην διατηρῶν καὶ ποιῶν ἔλεος εἰς χιλιάδας ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας καὶ οὐ καθαριεῖ τὸν ἔνοχον ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν 8 καὶ σπεύσας μωυσῆς κύψας ἐπὶ τὴν γῆν προσεκύνησεν 9 καὶ εἶπεν εἰ εὕρηκα χάριν ἐνώπιόν σου συμπορευθήτω ὁ κύριός μου μεθ' ἡμῶν ὁ λαὸς γὰρ σκληροτράχηλός ἐστιν καὶ ἀφελεῖς σὺ τὰς ἁμαρτίας ἡμῶν καὶ τὰς ἀνομίας ἡμῶν καὶ ἐσόμεθα σοί 10 καὶ εἶπεν κύριος πρὸς μωυσῆν ἰδοὺ ἐγὼ τίθημί σοι διαθήκην ἐνώπιον παντὸς τοῦ λαοῦ σου ποιήσω ἔνδοξα ἃ οὐ γέγονεν ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ ἔθνει καὶ ὄψεται πᾶς ὁ λαός ἐν οἷς εἶ σύ τὰ ἔργα κυρίου ὅτι θαυμαστά ἐστιν ἃ ἐγὼ ποιήσω σοι 11 πρόσεχε σὺ πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι ἰδοὺ ἐγὼ ἐκβάλλω πρὸ προσώπου ὑμῶν τὸν αμορραῖον καὶ χαναναῖον καὶ χετταῖον καὶ φερεζαῖον καὶ ευαῖον καὶ γεργεσαῖον καὶ ιεβουσαῖον 12 πρόσεχε σεαυτῷ μήποτε θῇς διαθήκην τοῖς ἐγκαθημένοις ἐπὶ τῆς γῆς εἰς ἣν εἰσπορεύῃ εἰς αὐτήν μή σοι γένηται πρόσκομμα ἐν ὑμῖν 13 τοὺς βωμοὺς αὐτῶν καθελεῖτε καὶ τὰς στήλας αὐτῶν συντρίψετε καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε ἐν πυρί 14 οὐ γὰρ μὴ προσκυνήσητε θεῷ ἑτέρῳ ὁ γὰρ κύριος ὁ θεὸς ζηλωτὸν ὄνομα θεὸς ζηλωτής ἐστιν 15 μήποτε θῇς διαθήκην τοῖς ἐγκαθημένοις πρὸς ἀλλοφύλους ἐπὶ τῆς γῆς καὶ ἐκπορνεύσωσιν ὀπίσω τῶν θεῶν αὐτῶν καὶ θύσωσι τοῖς θεοῖς αὐτῶν καὶ καλέσωσίν σε καὶ φάγῃς τῶν θυμάτων αὐτῶν 16 καὶ λάβῃς τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς σου καὶ τῶν θυγατέρων σου δῷς τοῖς υἱοῖς αὐτῶν καὶ ἐκπορνεύσωσιν αἱ θυγατέρες σου ὀπίσω τῶν θεῶν αὐτῶν καὶ ἐκπορνεύσωσιν τοὺς υἱούς σου ὀπίσω τῶν θεῶν αὐτῶν 17 καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ 18 καὶ τὴν ἑορτὴν τῶν ἀζύμων φυλάξῃ ἑπτὰ ἡμέρας φάγῃ ἄζυμα καθάπερ ἐντέταλμαί σοι εἰς τὸν καιρὸν ἐν μηνὶ τῶν νέων ἐν γὰρ μηνὶ τῶν νέων ἐξῆλθες ἐξ αἰγύπτου 19 πᾶν διανοῖγον μήτραν ἐμοί τὰ ἀρσενικά πρωτότοκον μόσχου καὶ πρωτότοκον προβάτου 20 καὶ πρωτότοκον ὑποζυγίου λυτρώσῃ προβάτῳ ἐὰν δὲ μὴ λυτρώσῃ αὐτό τιμὴν δώσεις πᾶν πρωτότοκον τῶν υἱῶν σου λυτρώσῃ οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός 21 ἓξ ἡμέρας ἐργᾷ τῇ δὲ ἑβδόμῃ καταπαύσεις τῷ σπόρῳ καὶ τῷ ἀμήτῳ καταπαύσεις 22 καὶ ἑορτὴν ἑβδομάδων ποιήσεις μοι ἀρχὴν θερισμοῦ πυρῶν καὶ ἑορτὴν συναγωγῆς μεσοῦντος τοῦ ἐνιαυτοῦ 23 τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ ισραηλ 24 ὅταν γὰρ ἐκβάλω τὰ ἔθνη πρὸ προσώπου σου καὶ πλατύνω τὰ ὅριά σου οὐκ ἐπιθυμήσει οὐδεὶς τῆς γῆς σου ἡνίκα ἂν ἀναβαίνῃς ὀφθῆναι ἐναντίον κυρίου τοῦ θεοῦ σου τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ 25 οὐ σφάξεις ἐπὶ ζύμῃ αἷμα θυμιαμάτων μου καὶ οὐ κοιμηθήσεται εἰς τὸ πρωὶ θύματα τῆς ἑορτῆς τοῦ πασχα 26 τὰ πρωτογενήματα τῆς γῆς σου θήσεις εἰς τὸν οἶκον κυρίου τοῦ θεοῦ σου οὐ προσοίσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ 27 καὶ εἶπεν κύριος πρὸς μωυσῆν γράψον σεαυτῷ τὰ ῥήματα ταῦτα ἐπὶ γὰρ τῶν λόγων τούτων τέθειμαί σοι διαθήκην καὶ τῷ ισραηλ 28 καὶ ἦν ἐκεῖ μωυσῆς ἐναντίον κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὖκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν καὶ ἔγραψεν τὰ ῥήματα ταῦτα ἐπὶ τῶν πλακῶν τῆς διαθήκης τοὺς δέκα λόγους 29 ὡς δὲ κατέβαινεν μωυσῆς ἐκ τοῦ ὄρους καὶ αἱ δύο πλάκες ἐπὶ τῶν χειρῶν μωυσῆ καταβαίνοντος δὲ αὐτοῦ ἐκ τοῦ ὄρους μωυσῆς οὐκ ᾔδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρώματος τοῦ προσώπου αὐτοῦ ἐν τῷ λαλεῖν αὐτὸν αὐτῷ 30 καὶ εἶδεν ααρων καὶ πάντες οἱ πρεσβύτεροι ισραηλ τὸν μωυσῆν καὶ ἦν δεδοξασμένη ἡ ὄψις τοῦ χρώματος τοῦ προσώπου αὐτοῦ καὶ ἐφοβήθησαν ἐγγίσαι αὐτοῦ 31 καὶ ἐκάλεσεν αὐτοὺς μωυσῆς καὶ ἐπεστράφησαν πρὸς αὐτὸν ααρων καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς καὶ ἐλάλησεν αὐτοῖς μωυσῆς 32 καὶ μετὰ ταῦτα προσῆλθον πρὸς αὐτὸν πάντες οἱ υἱοὶ ισραηλ καὶ ἐνετείλατο αὐτοῖς πάντα ὅσα ἐλάλησεν κύριος πρὸς αὐτὸν ἐν τῷ ὄρει σινα 33 καὶ ἐπειδὴ κατέπαυσεν λαλῶν πρὸς αὐτούς ἐπέθηκεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ κάλυμμα 34 ἡνίκα δ' ἂν εἰσεπορεύετο μωυσῆς ἔναντι κυρίου λαλεῖν αὐτῷ περιῃρεῖτο τὸ κάλυμμα ἕως τοῦ ἐκπορεύεσθαι καὶ ἐξελθὼν ἐλάλει πᾶσιν τοῖς υἱοῖς ισραηλ ὅσα ἐνετείλατο αὐτῷ κύριος 35 καὶ εἶδον οἱ υἱοὶ ισραηλ τὸ πρόσωπον μωυσῆ ὅτι δεδόξασται καὶ περιέθηκεν μωυσῆς κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ ἕως ἂν εἰσέλθῃ συλλαλεῖν αὐτῷ
📓 Mis Notas de este Capítulo▼
⚠️ Esta nota se guarda SOLO en tu navegador. Si borras los datos, se perderá. Exporta tus notas para respaldo.
🤔 Reflexiona sobre este capítulo▼

Preguntas para meditar en Éxodo 34:

  • 1. ¿Cómo reveló Dios su gloria a Moisés?
  • 2. ¿Qué nuevas tablas recibió Moisés?
  • 3. ¿Qué te enseña sobre el carácter de Dios?

📖 Este capítulo en otros idiomas y versiones 27 traducciones

🇸🇾 Arameo (1)

🇩🇪 Alemán (2)

🇬🇷 Griego (1)

✅ CODEX ALEXANDRINUS

🇮🇹 Italiano (1)

🇵🇱 Polish (1)

🇵🇹 Portugués (2)

🌍 Este capítulo está disponible en 10 idiomas y 27 traducciones diferentes

📤 Exportar capítulo

Nota: La exportación en PDF puede no mostrar correctamente caracteres en griego, hebreo o arameo. Para estos idiomas recomendamos usar la exportación como imagen.
Nota: Para capítulos muy largos (más de 100 versículos) utiliza la exportación en PDF.
💡 Exportación de resaltados: Para conservar tus resaltados en las exportaciones, utiliza la opción "Generar imagen del capítulo" que aparece abajo. Las exportaciones en texto y PDF no incluirán los colores de resaltado.
📖 Guía de referencia de versiones bíblicas▼

Esta página muestra múltiples traducciones de la Biblia. Esto es lo que significa cada abreviatura:

Versiones Bíblicas Disponibles

Biblia Completa (Antiguo y Nuevo Testamento)

🇪🇸 Reina-Valera 1909 (RV1909)

Traducción protestante española clásica de la tradición Reina-Valera.

🇪🇸 Biblia del Oso 1569 (RV1569)

Primera Biblia completa en español, traducida por Casiodoro de Reina.

🇪🇸 Reina-Valera Antigua (RVA)

Revisión histórica española basada en textos tempranos de Reina-Valera.

🇵🇹 Almeida 1628 (ALM1628)

Traducción temprana de la Biblia al portugués por João Ferreira de Almeida.

🇵🇹 Almeida 1753 (ALM1753)

Revisión histórica de la Biblia portuguesa de Almeida.

🇮🇹 Diodati 1885 (DIOD1885)

Traducción clásica de la Biblia protestante italiana.

🇬🇧 World English Bible (WEB)

Traducción inglesa moderna de dominio público basada en la Versión Estándar Americana.

🇬🇧 King James Version (KJV)

Traducción histórica de la Biblia al inglés publicada por primera vez en 1611.

🇫🇷 Louis Segond 1910 (LS1910)

Traducción protestante francesa clásica ampliamente utilizada en iglesias francófonas.

🇩🇪 Luther Bible 1912 (LUT1912)

Biblia alemana basada en la traducción histórica de Martín Lutero.

🇵🇱 Biblia Jakuba Wujka 1599 (WUJ1599)

Traducción católica polaca histórica de la Biblia por Jakub Wujek.

🇵🇱 Biblia Warszawska 1881 (BW1881)

Traducción protestante polaca clásica de la Biblia.

Fuentes del Antiguo Testamento

🇮🇱 Códice de Leningrado (Hebreo)

El manuscrito completo más antiguo de la Biblia hebrea utilizado para ediciones críticas modernas.

🇬🇧 Sociedad de Publicaciones Judías (JPS)

Traducción al inglés de las Escrituras hebreas por eruditos judíos.

🇬🇷 Códice Alejandrino (Griego)

Antiguo manuscrito griego que contiene porciones importantes de la Septuaginta.

🇬🇧 Septuaginta de Brenton (LXX Brenton)

Traducción al inglés de la Septuaginta griega por Sir Lancelot Brenton.

🇮🇱 Pentateuco Samaritano (Hebreo)

Versión hebrea antigua de la Torá preservada por la comunidad samaritana.

🇬🇧 Pentateuco Samaritano (Inglés)

Traducción al inglés de la Torá samaritana.

🇸🇾 Targum Onkelos (Arameo)

Antigua traducción aramea de la Torá atribuida tradicionalmente a Onkelos.

🇬🇧 Targum Onkelos (Inglés)

Traducción al inglés del Targum Onkelos arameo.

Nota: Esta lista incluye las versiones más comunes disponibles en nuestra biblioteca. Las versiones mostradas dependen de la disponibilidad para cada versículo específico.

⚙️ Personalizar visualización

🍪 Tu privacidad importa

Usamos cookies propias y de terceros para mejorar tu experiencia, recordar tus preferencias y mostrarte contenido relevante. Puedes aceptar todas, rechazar las no esenciales o personalizar tu configuración.

Política de privacidad

Configuración de cookies

Elige qué cookies permites. Las cookies necesarias son imprescindibles para el funcionamiento del sitio.

Cookies necesarias Siempre activas

Permiten la navegación y el uso de las funciones básicas (inicio de sesión, ajustes de privacidad). No se pueden desactivar.

Cookies de preferencias

Permiten recordar tus ajustes (idioma, versión bíblica favorita) para ofrecerte una experiencia personalizada.

Cookies de análisis

Recopilan información anónima sobre cómo usas el sitio (páginas visitadas, tiempo de uso) para mejorar nuestros servicios.

Cookies de marketing

Se usan para mostrarte anuncios relevantes y medir la efectividad de nuestras campañas publicitarias.

Tus derechos GDPR

Puedes acceder, rectificar y eliminar tus datos personales en cualquier momento. Más información en nuestra política de privacidad.