Números 18

Lee, resalta y exporta CODEX ALEXANDRINUS: Números 18 en múltiples formatos. Haz clic en los versículos para resaltarlos, luego guarda o comparte tus selecciones. Puedes exportar en TXT, PDF o PNG. Todo gratis.

← →

🎨 Resaltar versículos

Consejo: Haz clic en cualquier versículo para resaltarlo con el color seleccionado
CODEX ALEXANDRINUS · Números 18
1 καὶ εἶπεν κύριος πρὸς ααρων λέγων σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκος πατριᾶς σου λήμψεσθε τὰς ἁμαρτίας τῶν ἁγίων καὶ σὺ καὶ οἱ υἱοί σου λήμψεσθε τὰς ἁμαρτίας τῆς ἱερατείας ὑμῶν 2 καὶ τοὺς ἀδελφούς σου φυλὴν λευι δῆμον τοῦ πατρός σου προσαγάγου πρὸς σεαυτόν καὶ προστεθήτωσάν σοι καὶ λειτουργείτωσάν σοι καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου 3 καὶ φυλάξονται τὰς φυλακάς σου καὶ τὰς φυλακὰς τῆς σκηνῆς πλὴν πρὸς τὰ σκεύη τὰ ἅγια καὶ πρὸς τὸ θυσιαστήριον οὐ προσελεύσονται καὶ οὐκ ἀποθανοῦνται καὶ οὗτοι καὶ ὑμεῖς 4 καὶ προστεθήσονται πρὸς σὲ καὶ φυλάξονται τὰς φυλακὰς τῆς σκηνῆς τοῦ μαρτυρίου κατὰ πάσας τὰς λειτουργίας τῆς σκηνῆς καὶ ὁ ἀλλογενὴς οὐ προσελεύσεται πρὸς σέ 5 καὶ φυλάξεσθε τὰς φυλακὰς τῶν ἁγίων καὶ τὰς φυλακὰς τοῦ θυσιαστηρίου καὶ οὐκ ἔσται θυμὸς ἐν τοῖς υἱοῖς ισραηλ 6 καὶ ἐγὼ εἴληφα τοὺς ἀδελφοὺς ὑμῶν τοὺς λευίτας ἐκ μέσου τῶν υἱῶν ισραηλ δόμα δεδομένον κυρίῳ λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς τοῦ μαρτυρίου 7 καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ διατηρήσετε τὴν ἱερατείαν ὑμῶν κατὰ πάντα τρόπον τοῦ θυσιαστηρίου καὶ τὸ ἔνδοθεν τοῦ καταπετάσματος καὶ λειτουργήσετε τὰς λειτουργίας δόμα τῆς ἱερατείας ὑμῶν καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανεῖται 8 καὶ ἐλάλησεν κύριος πρὸς ααρων καὶ ἐγὼ ἰδοὺ δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν ισραηλ σοὶ δέδωκα αὐτὰ εἰς γέρας καὶ τοῖς υἱοῖς σου μετὰ σέ νόμιμον αἰώνιον 9 καὶ τοῦτο ἔστω ὑμῖν ἀπὸ τῶν ἡγιασμένων ἁγίων τῶν καρπωμάτων ἀπὸ πάντων τῶν δώρων αὐτῶν καὶ ἀπὸ πάντων τῶν θυσιασμάτων αὐτῶν καὶ ἀπὸ πάσης πλημμελείας αὐτῶν καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ὅσα ἀποδιδόασίν μοι ἀπὸ πάντων τῶν ἁγίων σοὶ ἔσται καὶ τοῖς υἱοῖς σου 10 ἐν τῷ ἁγίῳ τῶν ἁγίων φάγεσθε αὐτά πᾶν ἀρσενικὸν φάγεται αὐτά σὺ καὶ οἱ υἱοί σου ἅγια ἔσται σοι 11 καὶ τοῦτο ἔσται ὑμῖν ἀπαρχὴ δομάτων αὐτῶν ἀπὸ πάντων τῶν ἐπιθεμάτων τῶν υἱῶν ισραηλ σοὶ δέδωκα αὐτὰ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ νόμιμον αἰώνιον πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά 12 πᾶσα ἀπαρχὴ ἐλαίου καὶ πᾶσα ἀπαρχὴ οἴνου καὶ σίτου ἀπαρχὴ αὐτῶν ὅσα ἂν δῶσι τῷ κυρίῳ σοὶ δέδωκα αὐτά 13 τὰ πρωτογενήματα πάντα ὅσα ἐν τῇ γῇ αὐτῶν ὅσα ἂν ἐνέγκωσιν κυρίῳ σοὶ ἔσται πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά 14 πᾶν ἀνατεθεματισμένον ἐν υἱοῖς ισραηλ σοὶ ἔσται 15 καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκός ἃ προσφέρουσιν κυρίῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους σοὶ ἔσται ἀλλ' ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων καὶ τὰ πρωτότοκα τῶν κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ 16 καὶ ἡ λύτρωσις αὐτοῦ ἀπὸ μηνιαίου ἡ συντίμησις πέντε σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον εἴκοσι ὄβολοί εἰσιν 17 πλὴν πρωτότοκα μόσχων καὶ πρωτότοκα προβάτων καὶ πρωτότοκα αἰγῶν οὐ λυτρώσῃ ἅγιά ἐστιν καὶ τὸ αἷμα αὐτῶν προσχεεῖς πρὸς τὸ θυσιαστήριον καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας κυρίῳ 18 καὶ τὰ κρέα ἔσται σοί καθὰ καὶ τὸ στηθύνιον τοῦ ἐπιθέματος καὶ κατὰ τὸν βραχίονα τὸν δεξιὸν σοὶ ἔσται 19 πᾶν ἀφαίρεμα τῶν ἁγίων ὅσα ἂν ἀφέλωσιν οἱ υἱοὶ ισραηλ κυρίῳ σοὶ δέδωκα καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ νόμιμον αἰώνιον διαθήκη ἁλὸς αἰωνίου ἐστὶν ἔναντι κυρίου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ 20 καὶ ἐλάλησεν κύριος πρὸς ααρων ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσῳ τῶν υἱῶν ισραηλ 21 καὶ τοῖς υἱοῖς λευι ἰδοὺ δέδωκα πᾶν ἐπιδέκατον ἐν ισραηλ ἐν κλήρῳ ἀντὶ τῶν λειτουργιῶν αὐτῶν ὅσα αὐτοὶ λειτουργοῦσιν λειτουργίαν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου 22 καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ ισραηλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαβεῖν ἁμαρτίαν θανατηφόρον 23 καὶ λειτουργήσει ὁ λευίτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ αὐτοὶ λήμψονται τὰ ἁμαρτήματα αὐτῶν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν καὶ ἐν μέσῳ υἱῶν ισραηλ οὐ κληρονομήσουσιν κληρονομίαν 24 ὅτι τὰ ἐπιδέκατα τῶν υἱῶν ισραηλ ὅσα ἂν ἀφορίσωσιν κυρίῳ ἀφαίρεμα δέδωκα τοῖς λευίταις ἐν κλήρῳ διὰ τοῦτο εἴρηκα αὐτοῖς ἐν μέσῳ υἱῶν ισραηλ οὐ κληρονομήσουσιν κλῆρον 25 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων 26 καὶ τοῖς λευίταις λαλήσεις καὶ ἐρεῖς πρὸς αὐτούς ἐὰν λάβητε παρὰ τῶν υἱῶν ισραηλ τὸ ἐπιδέκατον ὃ δέδωκα ὑμῖν παρ' αὐτῶν ἐν κλήρῳ καὶ ἀφελεῖτε ὑμεῖς ἀπ' αὐτοῦ ἀφαίρεμα κυρίῳ ἐπιδέκατον ἀπὸ τοῦ ἐπιδεκάτου 27 καὶ λογισθήσεται ὑμῖν τὰ ἀφαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ ἅλω καὶ ἀφαίρεμα ἀπὸ ληνοῦ 28 οὕτως ἀφελεῖτε καὶ ὑμεῖς ἀπὸ τῶν ἀφαιρεμάτων κυρίου ἀπὸ πάντων ἐπιδεκάτων ὑμῶν ὅσα ἐὰν λάβητε παρὰ τῶν υἱῶν ισραηλ καὶ δώσετε ἀπ' αὐτῶν ἀφαίρεμα κυρίῳ ααρων τῷ ἱερεῖ 29 ἀπὸ πάντων τῶν δομάτων ὑμῶν ἀφελεῖτε ἀφαίρεμα κυρίῳ ἢ ἀπὸ πάντων τῶν ἀπαρχῶν τὸ ἡγιασμένον ἀπ' αὐτοῦ 30 καὶ ἐρεῖς πρὸς αὐτούς ὅταν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ' αὐτοῦ καὶ λογισθήσεται τοῖς λευίταις ὡς γένημα ἀπὸ ἅλω καὶ ὡς γένημα ἀπὸ ληνοῦ 31 καὶ ἔδεσθε αὐτὸ ἐν παντὶ τόπῳ ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν ὅτι μισθὸς οὗτος ὑμῖν ἐστιν ἀντὶ τῶν λειτουργιῶν ὑμῶν τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου 32 καὶ οὐ λήμψεσθε δι' αὐτὸ ἁμαρτίαν ὅτι ἂν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ' αὐτοῦ καὶ τὰ ἅγια τῶν υἱῶν ισραηλ οὐ βεβηλώσετε ἵνα μὴ ἀποθάνητε
📓 Mis Notas de este Capítulo▼
⚠️ Esta nota se guarda SOLO en tu navegador. Si borras los datos, se perderá. Exporta tus notas para respaldo.
🤔 Reflexiona sobre este capítulo▼

Preguntas para meditar en Números 18:

  • 1. ¿Qué responsabilidades y privilegios tenían los sacerdotes y levitas?
  • 2. ¿Cómo eran sostenidos por el pueblo?
  • 3. ¿Qué te enseña sobre el diezmo y el sostén del ministerio?

📖 Este capítulo en otros idiomas y versiones 27 traducciones

🇸🇾 Arameo (1)

🇩🇪 Alemán (2)

🇬🇷 Griego (1)

✅ CODEX ALEXANDRINUS

🇮🇹 Italiano (1)

🇵🇱 Polish (1)

🇵🇹 Portugués (2)

🌍 Este capítulo está disponible en 10 idiomas y 27 traducciones diferentes

📤 Exportar capítulo

Nota: La exportación en PDF puede no mostrar correctamente caracteres en griego, hebreo o arameo. Para estos idiomas recomendamos usar la exportación como imagen.
Nota: Para capítulos muy largos (más de 100 versículos) utiliza la exportación en PDF.
💡 Exportación de resaltados: Para conservar tus resaltados en las exportaciones, utiliza la opción "Generar imagen del capítulo" que aparece abajo. Las exportaciones en texto y PDF no incluirán los colores de resaltado.
📖 Guía de referencia de versiones bíblicas▼

Esta página muestra múltiples traducciones de la Biblia. Esto es lo que significa cada abreviatura:

Versiones Bíblicas Disponibles

Biblia Completa (Antiguo y Nuevo Testamento)

🇪🇸 Reina-Valera 1909 (RV1909)

Traducción protestante española clásica de la tradición Reina-Valera.

🇪🇸 Biblia del Oso 1569 (RV1569)

Primera Biblia completa en español, traducida por Casiodoro de Reina.

🇪🇸 Reina-Valera Antigua (RVA)

Revisión histórica española basada en textos tempranos de Reina-Valera.

🇵🇹 Almeida 1628 (ALM1628)

Traducción temprana de la Biblia al portugués por João Ferreira de Almeida.

🇵🇹 Almeida 1753 (ALM1753)

Revisión histórica de la Biblia portuguesa de Almeida.

🇮🇹 Diodati 1885 (DIOD1885)

Traducción clásica de la Biblia protestante italiana.

🇬🇧 World English Bible (WEB)

Traducción inglesa moderna de dominio público basada en la Versión Estándar Americana.

🇬🇧 King James Version (KJV)

Traducción histórica de la Biblia al inglés publicada por primera vez en 1611.

🇫🇷 Louis Segond 1910 (LS1910)

Traducción protestante francesa clásica ampliamente utilizada en iglesias francófonas.

🇩🇪 Luther Bible 1912 (LUT1912)

Biblia alemana basada en la traducción histórica de Martín Lutero.

🇵🇱 Biblia Jakuba Wujka 1599 (WUJ1599)

Traducción católica polaca histórica de la Biblia por Jakub Wujek.

🇵🇱 Biblia Warszawska 1881 (BW1881)

Traducción protestante polaca clásica de la Biblia.

Fuentes del Antiguo Testamento

🇮🇱 Códice de Leningrado (Hebreo)

El manuscrito completo más antiguo de la Biblia hebrea utilizado para ediciones críticas modernas.

🇬🇧 Sociedad de Publicaciones Judías (JPS)

Traducción al inglés de las Escrituras hebreas por eruditos judíos.

🇬🇷 Códice Alejandrino (Griego)

Antiguo manuscrito griego que contiene porciones importantes de la Septuaginta.

🇬🇧 Septuaginta de Brenton (LXX Brenton)

Traducción al inglés de la Septuaginta griega por Sir Lancelot Brenton.

🇮🇱 Pentateuco Samaritano (Hebreo)

Versión hebrea antigua de la Torá preservada por la comunidad samaritana.

🇬🇧 Pentateuco Samaritano (Inglés)

Traducción al inglés de la Torá samaritana.

🇸🇾 Targum Onkelos (Arameo)

Antigua traducción aramea de la Torá atribuida tradicionalmente a Onkelos.

🇬🇧 Targum Onkelos (Inglés)

Traducción al inglés del Targum Onkelos arameo.

Nota: Esta lista incluye las versiones más comunes disponibles en nuestra biblioteca. Las versiones mostradas dependen de la disponibilidad para cada versículo específico.

⚙️ Personalizar visualización

🍪 Tu privacidad importa

Usamos cookies propias y de terceros para mejorar tu experiencia, recordar tus preferencias y mostrarte contenido relevante. Puedes aceptar todas, rechazar las no esenciales o personalizar tu configuración.

Política de privacidad

Configuración de cookies

Elige qué cookies permites. Las cookies necesarias son imprescindibles para el funcionamiento del sitio.

Cookies necesarias Siempre activas

Permiten la navegación y el uso de las funciones básicas (inicio de sesión, ajustes de privacidad). No se pueden desactivar.

Cookies de preferencias

Permiten recordar tus ajustes (idioma, versión bíblica favorita) para ofrecerte una experiencia personalizada.

Cookies de análisis

Recopilan información anónima sobre cómo usas el sitio (páginas visitadas, tiempo de uso) para mejorar nuestros servicios.

Cookies de marketing

Se usan para mostrarte anuncios relevantes y medir la efectividad de nuestras campañas publicitarias.

Tus derechos GDPR

Puedes acceder, rectificar y eliminar tus datos personales en cualquier momento. Más información en nuestra política de privacidad.