Deuteronomy 7

Read, highlight, and export CODEX ALEXANDRINUS: Deuteronomy 7 in multiple formats. Click verses to highlight, then save or share your selections. You can export in TXT, PDF or PNG. All for free.

← →

🎨 Highlight Verses

Tip: Click on any verse to highlight it with the selected color
CODEX ALEXANDRINUS · Deuteronomy 7
1 ἐὰν δὲ εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι καὶ ἐξαρεῖ ἔθνη μεγάλα ἀπὸ προσώπου σου τὸν χετταῖον καὶ γεργεσαῖον καὶ αμορραῖον καὶ χαναναῖον καὶ φερεζαῖον καὶ ευαῖον καὶ ιεβουσαῖον ἑπτὰ ἔθνη πολλὰ καὶ ἰσχυρότερα ὑμῶν 2 καὶ παραδώσει αὐτοὺς κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου καὶ πατάξεις αὐτούς ἀφανισμῷ ἀφανιεῖς αὐτούς οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην οὐδὲ μὴ ἐλεήσητε αὐτούς 3 οὐδὲ μὴ γαμβρεύσητε πρὸς αὐτούς τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήμψῃ τῷ υἱῷ σου 4 ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ' ἐμοῦ καὶ λατρεύσει θεοῖς ἑτέροις καὶ ὀργισθήσεται θυμῷ κύριος εἰς ὑμᾶς καὶ ἐξολεθρεύσει σε τὸ τάχος 5 ἀλλ' οὕτως ποιήσετε αὐτοῖς τοὺς βωμοὺς αὐτῶν καθελεῖτε καὶ τὰς στήλας αὐτῶν συντρίψετε καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί 6 ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῷ σου καὶ σὲ προείλατο κύριος ὁ θεός σου εἶναί σε αὐτῷ λαὸν περιούσιον παρὰ πάντα τὰ ἔθνη ὅσα ἐπὶ προσώπου τῆς γῆς 7 οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθνη προείλατο κύριος ὑμᾶς καὶ ἐξελέξατο ὑμᾶς ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη 8 ἀλλὰ παρὰ τὸ ἀγαπᾶν κύριον ὑμᾶς καὶ διατηρῶν τὸν ὅρκον ὃν ὤμοσεν τοῖς πατράσιν ὑμῶν ἐξήγαγεν κύριος ὑμᾶς ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐλυτρώσατο ἐξ οἴκου δουλείας ἐκ χειρὸς φαραω βασιλέως αἰγύπτου 9 καὶ γνώσῃ ὅτι κύριος ὁ θεός σου οὗτος θεός θεὸς πιστός ὁ φυλάσσων διαθήκην καὶ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολὰς αὐτοῦ εἰς χιλίας γενεὰς 10 καὶ ἀποδιδοὺς τοῖς μισοῦσιν κατὰ πρόσωπον ἐξολεθρεῦσαι αὐτούς καὶ οὐχὶ βραδυνεῖ τοῖς μισοῦσιν κατὰ πρόσωπον ἀποδώσει αὐτοῖς 11 καὶ φυλάξῃ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ταῦτα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν 12 καὶ ἔσται ἡνίκα ἂν ἀκούσητε πάντα τὰ δικαιώματα ταῦτα καὶ φυλάξητε καὶ ποιήσητε αὐτά καὶ διαφυλάξει κύριος ὁ θεός σού σοι τὴν διαθήκην καὶ τὸ ἔλεος ὃ ὤμοσεν τοῖς πατράσιν ὑμῶν 13 καὶ ἀγαπήσει σε καὶ εὐλογήσει σε καὶ πληθυνεῖ σε καὶ εὐλογήσει τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὸν καρπὸν τῆς γῆς σου τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου καὶ τὸ ἔλαιόν σου τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου ἐπὶ τῆς γῆς ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου δοῦναί σοι 14 εὐλογητὸς ἔσῃ παρὰ πάντα τὰ ἔθνη οὐκ ἔσται ἐν ὑμῖν ἄγονος οὐδὲ στεῖρα καὶ ἐν τοῖς κτήνεσίν σου 15 καὶ περιελεῖ κύριος ἀπὸ σοῦ πᾶσαν μαλακίαν καὶ πάσας νόσους αἰγύπτου τὰς πονηράς ἃς ἑώρακας καὶ ὅσα ἔγνως οὐκ ἐπιθήσει ἐπὶ σὲ καὶ ἐπιθήσει αὐτὰ ἐπὶ πάντας τοὺς μισοῦντάς σε 16 καὶ φάγῃ πάντα τὰ σκῦλα τῶν ἐθνῶν ἃ κύριος ὁ θεός σου δίδωσίν σοι οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ' αὐτοῖς καὶ οὐ λατρεύσεις τοῖς θεοῖς αὐτῶν ὅτι σκῶλον τοῦτό ἐστίν σοι 17 ἐὰν δὲ λέγῃς ἐν τῇ διανοίᾳ σου ὅτι πολὺ τὸ ἔθνος τοῦτο ἢ ἐγώ πῶς δυνήσομαι ἐξολεθρεῦσαι αὐτούς 18 οὐ φοβηθήσῃ αὐτούς μνείᾳ μνησθήσῃ ὅσα ἐποίησεν κύριος ὁ θεός σου τῷ φαραω καὶ πᾶσι τοῖς αἰγυπτίοις 19 τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς εἴδοσαν οἱ ὀφθαλμοί σου τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν ὡς ἐξήγαγέν σε κύριος ὁ θεός σου οὕτως ποιήσει κύριος ὁ θεὸς ἡμῶν πᾶσιν τοῖς ἔθνεσιν οὓς σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν 20 καὶ τὰς σφηκίας ἀποστελεῖ κύριος ὁ θεός σου εἰς αὐτούς ἕως ἂν ἐκτριβῶσιν οἱ καταλελειμμένοι καὶ οἱ κεκρυμμένοι ἀπὸ σοῦ 21 οὐ τρωθήσῃ ἀπὸ προσώπου αὐτῶν ὅτι κύριος ὁ θεός σου ἐν σοί θεὸς μέγας καὶ κραταιός 22 καὶ καταναλώσει κύριος ὁ θεός σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου κατὰ μικρὸν μικρόν οὐ δυνήσῃ ἐξαναλῶσαι αὐτοὺς τὸ τάχος ἵνα μὴ γένηται ἡ γῆ ἔρημος καὶ πληθυνθῇ ἐπὶ σὲ τὰ θηρία τὰ ἄγρια 23 καὶ παραδώσει αὐτοὺς κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου καὶ ἀπολέσει αὐτοὺς ἀπωλείᾳ μεγάλῃ ἕως ἂν ἐξολεθρεύσῃ αὐτούς 24 καὶ παραδώσει τοὺς βασιλεῖς αὐτῶν εἰς τὰς χεῖρας ὑμῶν καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπόν σου ἕως ἂν ἐξολεθρεύσῃς αὐτούς 25 τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί οὐκ ἐπιθυμήσεις ἀργύριον οὐδὲ χρυσίον ἀπ' αὐτῶν καὶ οὐ λήμψῃ σεαυτῷ μὴ πταίσῃς δι' αὐτό ὅτι βδέλυγμα κυρίῳ τῷ θεῷ σού ἐστιν 26 καὶ οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου καὶ ἔσῃ ἀνάθημα ὥσπερ τοῦτο προσοχθίσματι προσοχθιεῖς καὶ βδελύγματι βδελύξῃ ὅτι ἀνάθημά ἐστιν
📓 My Notes for this Chapter▼
⚠️ This note is saved ONLY in your browser. If you clear browser data, it will be lost. Export your notes for backup.
🤔 Reflect on this chapter▼

Questions to reflect on in Deuteronomy 7:

  • 1. What instructions did God give concerning the nations of Canaan?
  • 2. Why did God choose Israel?
  • 3. What does this teach you about election and holiness?

📖 This chapter in other languages and versions 27 translations

🇸🇾 Aramaic (1)

🇩🇪 German (2)

🇬🇷 Greek (1)

✅ CODEX ALEXANDRINUS

🇮🇹 Italian (1)

🇵🇱 Polish (1)

🇵🇹 Portuguese (2)

🌍 This chapter is available in 10 languages and 27 different translations

📤 Export Chapter

Note: PDF export may not properly display Greek, Hebrew, or Aramaic characters. For these languages, we recommend using the Image export.
Note: For very large chapters (more than 100 verses) use PDF export.
💡 Exporting Highlights: To preserve your highlights in exports, use the "Generate Chapter Image" option below. Text and PDF exports will not include highlight colors.
📖 Bible Versions Reference Guide▼

This page displays multiple Bible translations. Here's what each abbreviation means:

Available Bible Versions

Complete Bible (Old & New Testament)

🇪🇸 Reina-Valera 1909 (RV1909)

Classic Spanish Protestant translation from the Reina-Valera tradition.

🇪🇸 Biblia del Oso 1569 (RV1569)

The first complete Spanish Bible translated by Casiodoro de Reina.

🇪🇸 Reina-Valera Antigua (RVA)

Historic Spanish revision based on early Reina-Valera texts.

🇵🇹 Almeida 1628 (ALM1628)

Early Portuguese Bible translation by João Ferreira de Almeida.

🇵🇹 Almeida 1753 (ALM1753)

Historic revision of the Portuguese Almeida Bible.

🇮🇹 Diodati 1885 (DIOD1885)

Classic Italian Protestant Bible translation.

🇬🇧 World English Bible (WEB)

Modern public domain English translation based on the American Standard Version.

🇬🇧 King James Version (KJV)

Historic English Bible translation first published in 1611.

🇫🇷 Louis Segond 1910 (LS1910)

Classic French Protestant translation widely used in French-speaking churches.

🇩🇪 Luther Bible 1912 (LUT1912)

German Bible based on Martin Luther’s historic translation.

🇵🇱 Biblia Jakuba Wujka 1599 (WUJ1599)

Historic Polish Catholic Bible translated by Jakub Wujek.

🇵🇱 Biblia Warszawska 1881 (BW1881)

Classic Polish Protestant Bible translation.

Old Testament Sources

🇮🇱 Leningrad Codex (Hebrew)

The oldest complete manuscript of the Hebrew Bible used for modern critical editions.

🇬🇧 Jewish Publication Society (JPS)

English translation of the Hebrew Scriptures by Jewish scholars.

🇬🇷 Codex Alexandrinus (Greek)

Ancient Greek manuscript containing major portions of the Septuagint.

🇬🇧 Brenton Septuagint (LXX Brenton)

English translation of the Greek Septuagint by Sir Lancelot Brenton.

🇮🇱 Samaritan Pentateuch (Hebrew)

Ancient Hebrew version of the Torah preserved by the Samaritan community.

🇬🇧 Samaritan Pentateuch (English)

English translation of the Samaritan Torah.

🇸🇾 Targum Onkelos (Aramaic)

Ancient Aramaic translation of the Torah traditionally attributed to Onkelos.

🇬🇧 Targum Onkelos (English)

English translation of the Aramaic Targum Onkelos.

Note: This list includes the most common versions available in our library. The actual versions displayed depend on availability for each specific verse.

⚙️ Customize Display

🍪 Tu privacidad importa

Usamos cookies propias y de terceros para mejorar tu experiencia, recordar tus preferencias y mostrarte contenido relevante. Puedes aceptar todas, rechazar las no esenciales o personalizar tu configuración.

Política de privacidad

Configuración de cookies

Elige qué cookies permites. Las cookies necesarias son imprescindibles para el funcionamiento del sitio.

Cookies necesarias Siempre activas

Permiten la navegación y el uso de las funciones básicas (inicio de sesión, ajustes de privacidad). No se pueden desactivar.

Cookies de preferencias

Permiten recordar tus ajustes (idioma, versión bíblica favorita) para ofrecerte una experiencia personalizada.

Cookies de análisis

Recopilan información anónima sobre cómo usas el sitio (páginas visitadas, tiempo de uso) para mejorar nuestros servicios.

Cookies de marketing

Se usan para mostrarte anuncios relevantes y medir la efectividad de nuestras campañas publicitarias.

Tus derechos GDPR

Puedes acceder, rectificar y eliminar tus datos personales en cualquier momento. Más información en nuestra política de privacidad.