Exodus 14

Read, highlight, and export CODEX ALEXANDRINUS: Exodus 14 in multiple formats. Click verses to highlight, then save or share your selections. You can export in TXT, PDF or PNG. All for free.

← →

🎨 Highlight Verses

Tip: Click on any verse to highlight it with the selected color
CODEX ALEXANDRINUS · Exodus 14
1 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων 2 λάλησον τοῖς υἱοῖς ισραηλ καὶ ἀποστρέψαντες στρατοπεδευσάτωσαν ἀπέναντι τῆς ἐπαύλεως ἀνὰ μέσον μαγδώλου καὶ ἀνὰ μέσον τῆς θαλάσσης ἐξ ἐναντίας βεελσεπφων ἐνώπιον αὐτῶν στρατοπεδεύσεις ἐπὶ τῆς θαλάσσης 3 καὶ ἐρεῖ φαραω τῷ λαῷ αὐτοῦ οἱ υἱοὶ ισραηλ πλανῶνται οὗτοι ἐν τῇ γῇ συγκέκλεικεν γὰρ αὐτοὺς ἡ ἔρημος 4 ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν φαραω καὶ καταδιώξεται ὀπίσω αὐτῶν καὶ ἐνδοξασθήσομαι ἐν φαραω καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ γνώσονται πάντες οἱ αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος καὶ ἐποίησαν οὕτως 5 καὶ ἀνηγγέλη τῷ βασιλεῖ τῶν αἰγυπτίων ὅτι πέφευγεν ὁ λαός καὶ μετεστράφη ἡ καρδία φαραω καὶ τῶν θεραπόντων αὐτοῦ ἐπὶ τὸν λαόν καὶ εἶπαν τί τοῦτο ἐποιήσαμεν τοῦ ἐξαποστεῖλαι τοὺς υἱοὺς ισραηλ τοῦ μὴ δουλεύειν ἡμῖν 6 ἔζευξεν οὖν φαραω τὰ ἅρματα αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ συναπήγαγεν μεθ' ἑαυτοῦ 7 καὶ λαβὼν ἑξακόσια ἅρματα ἐκλεκτὰ καὶ πᾶσαν τὴν ἵππον τῶν αἰγυπτίων καὶ τριστάτας ἐπὶ πάντων 8 καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν φαραω βασιλέως αἰγύπτου καὶ τῶν θεραπόντων αὐτοῦ καὶ κατεδίωξεν ὀπίσω τῶν υἱῶν ισραηλ οἱ δὲ υἱοὶ ισραηλ ἐξεπορεύοντο ἐν χειρὶ ὑψηλῇ 9 καὶ κατεδίωξαν οἱ αἰγύπτιοι ὀπίσω αὐτῶν καὶ εὕροσαν αὐτοὺς παρεμβεβληκότας παρὰ τὴν θάλασσαν καὶ πᾶσα ἡ ἵππος καὶ τὰ ἅρματα φαραω καὶ οἱ ἱππεῖς καὶ ἡ στρατιὰ αὐτοῦ ἀπέναντι τῆς ἐπαύλεως ἐξ ἐναντίας βεελσεπφων 10 καὶ φαραω προσῆγεν καὶ ἀναβλέψαντες οἱ υἱοὶ ισραηλ τοῖς ὀφθαλμοῖς ὁρῶσιν καὶ οἱ αἰγύπτιοι ἐστρατοπέδευσαν ὀπίσω αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα ἀνεβόησαν δὲ οἱ υἱοὶ ισραηλ πρὸς κύριον 11 καὶ εἶπεν πρὸς μωυσῆν παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν γῇ αἰγύπτῳ ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ τί τοῦτο ἐποίησας ἡμῖν ἐξαγαγὼν ἐξ αἰγύπτου 12 οὐ τοῦτο ἦν τὸ ῥῆμα ὃ ἐλαλήσαμεν πρὸς σὲ ἐν αἰγύπτῳ λέγοντες πάρες ἡμᾶς ὅπως δουλεύσωμεν τοῖς αἰγυπτίοις κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν τοῖς αἰγυπτίοις ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ 13 εἶπεν δὲ μωυσῆς πρὸς τὸν λαόν θαρσεῖτε στῆτε καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἣν ποιήσει ἡμῖν σήμερον ὃν τρόπον γὰρ ἑωράκατε τοὺς αἰγυπτίους σήμερον οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον 14 κύριος πολεμήσει περὶ ὑμῶν καὶ ὑμεῖς σιγήσετε 15 εἶπεν δὲ κύριος πρὸς μωυσῆν τί βοᾷς πρός με λάλησον τοῖς υἱοῖς ισραηλ καὶ ἀναζευξάτωσαν 16 καὶ σὺ ἔπαρον τῇ ῥάβδῳ σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν καὶ ῥῆξον αὐτήν καὶ εἰσελθάτωσαν οἱ υἱοὶ ισραηλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν 17 καὶ ἰδοὺ ἐγὼ σκληρυνῶ τὴν καρδίαν φαραω καὶ τῶν αἰγυπτίων πάντων καὶ εἰσελεύσονται ὀπίσω αὐτῶν καὶ ἐνδοξασθήσομαι ἐν φαραω καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ ἐν τοῖς ἅρμασιν καὶ ἐν τοῖς ἵπποις αὐτοῦ 18 καὶ γνώσονται πάντες οἱ αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος ἐνδοξαζομένου μου ἐν φαραω καὶ ἐν τοῖς ἅρμασιν καὶ ἵπποις αὐτοῦ 19 ἐξῆρεν δὲ ὁ ἄγγελος τοῦ θεοῦ ὁ προπορευόμενος τῆς παρεμβολῆς τῶν υἱῶν ισραηλ καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν ἐξῆρεν δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν 20 καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν αἰγυπτίων καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς ισραηλ καὶ ἔστη καὶ ἐγένετο σκότος καὶ γνόφος καὶ διῆλθεν ἡ νύξ καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα 21 ἐξέτεινεν δὲ μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν καὶ ὑπήγαγεν κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα καὶ ἐποίησεν τὴν θάλασσαν ξηράν καὶ ἐσχίσθη τὸ ὕδωρ 22 καὶ εἰσῆλθον οἱ υἱοὶ ισραηλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν καὶ τὸ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων 23 κατεδίωξαν δὲ οἱ αἰγύπτιοι καὶ εἰσῆλθον ὀπίσω αὐτῶν πᾶσα ἡ ἵππος φαραω καὶ τὰ ἅρματα καὶ οἱ ἀναβάται εἰς μέσον τῆς θαλάσσης 24 ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ καὶ ἐπέβλεψεν κύριος ἐπὶ τὴν παρεμβολὴν τῶν αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης καὶ συνετάραξεν τὴν παρεμβολὴν τῶν αἰγυπτίων 25 καὶ συνέδησεν τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν καὶ ἤγαγεν αὐτοὺς μετὰ βίας καὶ εἶπαν οἱ αἰγύπτιοι φύγωμεν ἀπὸ προσώπου ισραηλ ὁ γὰρ κύριος πολεμεῖ περὶ αὐτῶν τοὺς αἰγυπτίους 26 εἶπεν δὲ κύριος πρὸς μωυσῆν ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν καὶ ἀποκαταστήτω τὸ ὕδωρ καὶ ἐπικαλυψάτω τοὺς αἰγυπτίους ἐπί τε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας 27 ἐξέτεινεν δὲ μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν καὶ ἀπεκατέστη τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ χώρας οἱ δὲ αἰγύπτιοι ἔφυγον ὑπὸ τὸ ὕδωρ καὶ ἐξετίναξεν κύριος τοὺς αἰγυπτίους μέσον τῆς θαλάσσης 28 καὶ ἐπαναστραφὲν τὸ ὕδωρ ἐκάλυψεν τὰ ἅρματα καὶ τοὺς ἀναβάτας καὶ πᾶσαν τὴν δύναμιν φαραω τοὺς εἰσπεπορευμένους ὀπίσω αὐτῶν εἰς τὴν θάλασσαν καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς 29 οἱ δὲ υἱοὶ ισραηλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης τὸ δὲ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων 30 καὶ ἐρρύσατο κύριος τὸν ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρὸς τῶν αἰγυπτίων καὶ εἶδεν ισραηλ τοὺς αἰγυπτίους τεθνηκότας παρὰ τὸ χεῖλος τῆς θαλάσσης 31 εἶδεν δὲ ισραηλ τὴν χεῖρα τὴν μεγάλην ἃ ἐποίησεν κύριος τοῖς αἰγυπτίοις ἐφοβήθη δὲ ὁ λαὸς τὸν κύριον καὶ ἐπίστευσαν τῷ θεῷ καὶ μωυσῇ τῷ θεράποντι αὐτοῦ
📓 My Notes for this Chapter▼
⚠️ This note is saved ONLY in your browser. If you clear browser data, it will be lost. Export your notes for backup.
🤔 Reflect on this chapter▼

Questions to reflect on in Exodus 14:

  • 1. How did Israel feel when they saw the Red Sea and the army?
  • 2. How did Moses respond to the people's fear?
  • 3. What does this teach you about God's salvation in impossible situations?

📖 This chapter in other languages and versions 27 translations

🇸🇾 Aramaic (1)

🇩🇪 German (2)

🇬🇷 Greek (1)

✅ CODEX ALEXANDRINUS

🇮🇹 Italian (1)

🇵🇱 Polish (1)

🇵🇹 Portuguese (2)

🌍 This chapter is available in 10 languages and 27 different translations

📤 Export Chapter

Note: PDF export may not properly display Greek, Hebrew, or Aramaic characters. For these languages, we recommend using the Image export.
Note: For very large chapters (more than 100 verses) use PDF export.
💡 Exporting Highlights: To preserve your highlights in exports, use the "Generate Chapter Image" option below. Text and PDF exports will not include highlight colors.
📖 Bible Versions Reference Guide▼

This page displays multiple Bible translations. Here's what each abbreviation means:

Available Bible Versions

Complete Bible (Old & New Testament)

🇪🇸 Reina-Valera 1909 (RV1909)

Classic Spanish Protestant translation from the Reina-Valera tradition.

🇪🇸 Biblia del Oso 1569 (RV1569)

The first complete Spanish Bible translated by Casiodoro de Reina.

🇪🇸 Reina-Valera Antigua (RVA)

Historic Spanish revision based on early Reina-Valera texts.

🇵🇹 Almeida 1628 (ALM1628)

Early Portuguese Bible translation by João Ferreira de Almeida.

🇵🇹 Almeida 1753 (ALM1753)

Historic revision of the Portuguese Almeida Bible.

🇮🇹 Diodati 1885 (DIOD1885)

Classic Italian Protestant Bible translation.

🇬🇧 World English Bible (WEB)

Modern public domain English translation based on the American Standard Version.

🇬🇧 King James Version (KJV)

Historic English Bible translation first published in 1611.

🇫🇷 Louis Segond 1910 (LS1910)

Classic French Protestant translation widely used in French-speaking churches.

🇩🇪 Luther Bible 1912 (LUT1912)

German Bible based on Martin Luther’s historic translation.

🇵🇱 Biblia Jakuba Wujka 1599 (WUJ1599)

Historic Polish Catholic Bible translated by Jakub Wujek.

🇵🇱 Biblia Warszawska 1881 (BW1881)

Classic Polish Protestant Bible translation.

Old Testament Sources

🇮🇱 Leningrad Codex (Hebrew)

The oldest complete manuscript of the Hebrew Bible used for modern critical editions.

🇬🇧 Jewish Publication Society (JPS)

English translation of the Hebrew Scriptures by Jewish scholars.

🇬🇷 Codex Alexandrinus (Greek)

Ancient Greek manuscript containing major portions of the Septuagint.

🇬🇧 Brenton Septuagint (LXX Brenton)

English translation of the Greek Septuagint by Sir Lancelot Brenton.

🇮🇱 Samaritan Pentateuch (Hebrew)

Ancient Hebrew version of the Torah preserved by the Samaritan community.

🇬🇧 Samaritan Pentateuch (English)

English translation of the Samaritan Torah.

🇸🇾 Targum Onkelos (Aramaic)

Ancient Aramaic translation of the Torah traditionally attributed to Onkelos.

🇬🇧 Targum Onkelos (English)

English translation of the Aramaic Targum Onkelos.

Note: This list includes the most common versions available in our library. The actual versions displayed depend on availability for each specific verse.

⚙️ Customize Display

🍪 Tu privacidad importa

Usamos cookies propias y de terceros para mejorar tu experiencia, recordar tus preferencias y mostrarte contenido relevante. Puedes aceptar todas, rechazar las no esenciales o personalizar tu configuración.

Política de privacidad

Configuración de cookies

Elige qué cookies permites. Las cookies necesarias son imprescindibles para el funcionamiento del sitio.

Cookies necesarias Siempre activas

Permiten la navegación y el uso de las funciones básicas (inicio de sesión, ajustes de privacidad). No se pueden desactivar.

Cookies de preferencias

Permiten recordar tus ajustes (idioma, versión bíblica favorita) para ofrecerte una experiencia personalizada.

Cookies de análisis

Recopilan información anónima sobre cómo usas el sitio (páginas visitadas, tiempo de uso) para mejorar nuestros servicios.

Cookies de marketing

Se usan para mostrarte anuncios relevantes y medir la efectividad de nuestras campañas publicitarias.

Tus derechos GDPR

Puedes acceder, rectificar y eliminar tus datos personales en cualquier momento. Más información en nuestra política de privacidad.