Éxodo 23

Lee, resalta y exporta CODEX ALEXANDRINUS: Éxodo 23 en múltiples formatos. Haz clic en los versículos para resaltarlos, luego guarda o comparte tus selecciones. Puedes exportar en TXT, PDF o PNG. Todo gratis.

← →

🎨 Resaltar versículos

Consejo: Haz clic en cualquier versículo para resaltarlo con el color seleccionado
CODEX ALEXANDRINUS · Éxodo 23
1 οὐ παραδέξῃ ἀκοὴν ματαίαν οὐ συγκαταθήσῃ μετὰ τοῦ ἀδίκου γενέσθαι μάρτυς ἄδικος 2 οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ κακίᾳ οὐ προστεθήσῃ μετὰ πλήθους ἐκκλῖναι μετὰ πλειόνων ὥστε ἐκκλῖναι κρίσιν 3 καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει 4 ἐὰν δὲ συναντήσῃς τῷ βοὶ τοῦ ἐχθροῦ σου ἢ τῷ ὑποζυγίῳ αὐτοῦ πλανωμένοις ἀποστρέψας ἀποδώσεις αὐτῷ 5 ἐὰν δὲ ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον αὐτοῦ οὐ παρελεύσῃ αὐτό ἀλλὰ συνεγερεῖς αὐτὸ μετ' αὐτοῦ 6 οὐ διαστρέψεις κρίμα πένητος ἐν κρίσει αὐτοῦ 7 ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀποστήσῃ ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς καὶ οὐ δικαιώσεις τὸν ἀσεβῆ ἕνεκεν δώρων 8 καὶ δῶρα οὐ λήμψῃ τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων καὶ λυμαίνεται ῥήματα δίκαια 9 καὶ προσήλυτον οὐ θλίψετε ὑμεῖς γὰρ οἴδατε τὴν ψυχὴν τοῦ προσηλύτου αὐτοὶ γὰρ προσήλυτοι ἦτε ἐν γῇ αἰγύπτῳ 10 ἓξ ἔτη σπερεῖς τὴν γῆν σου καὶ συνάξεις τὰ γενήματα αὐτῆς 11 τῷ δὲ ἑβδόμῳ ἄφεσιν ποιήσεις καὶ ἀνήσεις αὐτήν καὶ ἔδονται οἱ πτωχοὶ τοῦ ἔθνους σου τὰ δὲ ὑπολειπόμενα ἔδεται τὰ ἄγρια θηρία οὕτως ποιήσεις τὸν ἀμπελῶνά σου καὶ τὸν ἐλαιῶνά σου 12 ἓξ ἡμέρας ποιήσεις τὰ ἔργα σου τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀνάπαυσις ἵνα ἀναπαύσηται ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ ἵνα ἀναψύξῃ ὁ υἱὸς τῆς παιδίσκης σου καὶ ὁ προσήλυτος 13 πάντα ὅσα εἴρηκα πρὸς ὑμᾶς φυλάξασθε καὶ ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνησθήσεσθε οὐδὲ μὴ ἀκουσθῇ ἐκ τοῦ στόματος ὑμῶν 14 τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι 15 τὴν ἑορτὴν τῶν ἀζύμων φυλάξασθε ποιεῖν ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα καθάπερ ἐνετειλάμην σοι κατὰ τὸν καιρὸν τοῦ μηνὸς τῶν νέων ἐν γὰρ αὐτῷ ἐξῆλθες ἐξ αἰγύπτου οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός 16 καὶ ἑορτὴν θερισμοῦ πρωτογενημάτων ποιήσεις τῶν ἔργων σου ὧν ἐὰν σπείρῃς ἐν τῷ ἀγρῷ σου καὶ ἑορτὴν συντελείας ἐπ' ἐξόδου τοῦ ἐνιαυτοῦ ἐν τῇ συναγωγῇ τῶν ἔργων σου τῶν ἐκ τοῦ ἀγροῦ σου 17 τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ σου 18 ὅταν γὰρ ἐκβάλω ἔθνη ἀπὸ προσώπου σου καὶ ἐμπλατύνω τὰ ὅριά σου οὐ θύσεις ἐπὶ ζύμῃ αἷμα θυσιάσματός μου οὐδὲ μὴ κοιμηθῇ στέαρ τῆς ἑορτῆς μου ἕως πρωί 19 τὰς ἀπαρχὰς τῶν πρωτογενημάτων τῆς γῆς σου εἰσοίσεις εἰς τὸν οἶκον κυρίου τοῦ θεοῦ σου οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ 20 καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν ἣν ἡτοίμασά σοι 21 πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ καὶ μὴ ἀπείθει αὐτῷ οὐ γὰρ μὴ ὑποστείληταί σε τὸ γὰρ ὄνομά μού ἐστιν ἐπ' αὐτῷ 22 ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς καὶ ποιήσῃς πάντα ὅσα ἂν ἐντείλωμαί σοι καὶ φυλάξητε τὴν διαθήκην μου ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν ἐμὴ γάρ ἐστιν πᾶσα ἡ γῆ ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον ταῦτα τὰ ῥήματα ἐρεῖς τοῖς υἱοῖς ισραηλ ἐὰν ἀκοῇ ἀκούσητε τῆς φωνῆς μου καὶ ποιήσῃς πάντα ὅσα ἂν εἴπω σοι ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι 23 πορεύσεται γὰρ ὁ ἄγγελός μου ἡγούμενός σου καὶ εἰσάξει σε πρὸς τὸν αμορραῖον καὶ χετταῖον καὶ φερεζαῖον καὶ χαναναῖον καὶ γεργεσαῖον καὶ ευαῖον καὶ ιεβουσαῖον καὶ ἐκτρίψω αὐτούς 24 οὐ προσκυνήσεις τοῖς θεοῖς αὐτῶν οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς οὐ ποιήσεις κατὰ τὰ ἔργα αὐτῶν ἀλλὰ καθαιρέσει καθελεῖς καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτῶν 25 καὶ λατρεύσεις κυρίῳ τῷ θεῷ σου καὶ εὐλογήσω τὸν ἄρτον σου καὶ τὸν οἶνόν σου καὶ τὸ ὕδωρ σου καὶ ἀποστρέψω μαλακίαν ἀφ' ὑμῶν 26 οὐκ ἔσται ἄγονος οὐδὲ στεῖρα ἐπὶ τῆς γῆς σου τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρώσω 27 καὶ τὸν φόβον ἀποστελῶ ἡγούμενόν σου καὶ ἐκστήσω πάντα τὰ ἔθνη εἰς οὓς σὺ εἰσπορεύῃ εἰς αὐτούς καὶ δώσω πάντας τοὺς ὑπεναντίους σου φυγάδας 28 καὶ ἀποστελῶ τὰς σφηκίας προτέρας σου καὶ ἐκβαλεῖ τοὺς αμορραίους καὶ τοὺς ευαίους καὶ τοὺς χαναναίους καὶ τοὺς χετταίους ἀπὸ σοῦ 29 οὐκ ἐκβαλῶ αὐτοὺς ἐν ἐνιαυτῷ ἑνί ἵνα μὴ γένηται ἡ γῆ ἔρημος καὶ πολλὰ γένηται ἐπὶ σὲ τὰ θηρία τῆς γῆς 30 κατὰ μικρὸν μικρὸν ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ ἕως ἂν αὐξηθῇς καὶ κληρονομήσῃς τὴν γῆν 31 καὶ θήσω τὰ ὅριά σου ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης ἕως τῆς θαλάσσης τῆς φυλιστιιμ καὶ ἀπὸ τῆς ἐρήμου ἕως τοῦ μεγάλου ποταμοῦ εὐφράτου καὶ παραδώσω εἰς τὰς χεῖρας ὑμῶν τοὺς ἐγκαθημένους ἐν τῇ γῇ καὶ ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ 32 οὐ συγκαταθήσῃ αὐτοῖς καὶ τοῖς θεοῖς αὐτῶν διαθήκην 33 καὶ οὐκ ἐγκαθήσονται ἐν τῇ γῇ σου ἵνα μὴ ἁμαρτεῖν σε ποιήσωσιν πρός με ἐὰν γὰρ δουλεύσῃς τοῖς θεοῖς αὐτῶν οὗτοι ἔσονταί σοι πρόσκομμα
📓 Mis Notas de este Capítulo▼
⚠️ Esta nota se guarda SOLO en tu navegador. Si borras los datos, se perderá. Exporta tus notas para respaldo.
🤔 Reflexiona sobre este capítulo▼

Preguntas para meditar en Éxodo 23:

  • 1. ¿Qué leyes promovían la justicia y la misericordia?
  • 2. ¿Qué promesas acompañaban la obediencia?
  • 3. ¿Qué te enseña sobre la fidelidad en lo cotidiano?

📖 Este capítulo en otros idiomas y versiones 27 traducciones

🇸🇾 Arameo (1)

🇩🇪 Alemán (2)

🇬🇷 Griego (1)

✅ CODEX ALEXANDRINUS

🇮🇹 Italiano (1)

🇵🇱 Polish (1)

🇵🇹 Portugués (2)

🌍 Este capítulo está disponible en 10 idiomas y 27 traducciones diferentes

📤 Exportar capítulo

Nota: La exportación en PDF puede no mostrar correctamente caracteres en griego, hebreo o arameo. Para estos idiomas recomendamos usar la exportación como imagen.
Nota: Para capítulos muy largos (más de 100 versículos) utiliza la exportación en PDF.
💡 Exportación de resaltados: Para conservar tus resaltados en las exportaciones, utiliza la opción "Generar imagen del capítulo" que aparece abajo. Las exportaciones en texto y PDF no incluirán los colores de resaltado.
📖 Guía de referencia de versiones bíblicas▼

Esta página muestra múltiples traducciones de la Biblia. Esto es lo que significa cada abreviatura:

Versiones Bíblicas Disponibles

Biblia Completa (Antiguo y Nuevo Testamento)

🇪🇸 Reina-Valera 1909 (RV1909)

Traducción protestante española clásica de la tradición Reina-Valera.

🇪🇸 Biblia del Oso 1569 (RV1569)

Primera Biblia completa en español, traducida por Casiodoro de Reina.

🇪🇸 Reina-Valera Antigua (RVA)

Revisión histórica española basada en textos tempranos de Reina-Valera.

🇵🇹 Almeida 1628 (ALM1628)

Traducción temprana de la Biblia al portugués por João Ferreira de Almeida.

🇵🇹 Almeida 1753 (ALM1753)

Revisión histórica de la Biblia portuguesa de Almeida.

🇮🇹 Diodati 1885 (DIOD1885)

Traducción clásica de la Biblia protestante italiana.

🇬🇧 World English Bible (WEB)

Traducción inglesa moderna de dominio público basada en la Versión Estándar Americana.

🇬🇧 King James Version (KJV)

Traducción histórica de la Biblia al inglés publicada por primera vez en 1611.

🇫🇷 Louis Segond 1910 (LS1910)

Traducción protestante francesa clásica ampliamente utilizada en iglesias francófonas.

🇩🇪 Luther Bible 1912 (LUT1912)

Biblia alemana basada en la traducción histórica de Martín Lutero.

🇵🇱 Biblia Jakuba Wujka 1599 (WUJ1599)

Traducción católica polaca histórica de la Biblia por Jakub Wujek.

🇵🇱 Biblia Warszawska 1881 (BW1881)

Traducción protestante polaca clásica de la Biblia.

Fuentes del Antiguo Testamento

🇮🇱 Códice de Leningrado (Hebreo)

El manuscrito completo más antiguo de la Biblia hebrea utilizado para ediciones críticas modernas.

🇬🇧 Sociedad de Publicaciones Judías (JPS)

Traducción al inglés de las Escrituras hebreas por eruditos judíos.

🇬🇷 Códice Alejandrino (Griego)

Antiguo manuscrito griego que contiene porciones importantes de la Septuaginta.

🇬🇧 Septuaginta de Brenton (LXX Brenton)

Traducción al inglés de la Septuaginta griega por Sir Lancelot Brenton.

🇮🇱 Pentateuco Samaritano (Hebreo)

Versión hebrea antigua de la Torá preservada por la comunidad samaritana.

🇬🇧 Pentateuco Samaritano (Inglés)

Traducción al inglés de la Torá samaritana.

🇸🇾 Targum Onkelos (Arameo)

Antigua traducción aramea de la Torá atribuida tradicionalmente a Onkelos.

🇬🇧 Targum Onkelos (Inglés)

Traducción al inglés del Targum Onkelos arameo.

Nota: Esta lista incluye las versiones más comunes disponibles en nuestra biblioteca. Las versiones mostradas dependen de la disponibilidad para cada versículo específico.

⚙️ Personalizar visualización

🍪 Tu privacidad importa

Usamos cookies propias y de terceros para mejorar tu experiencia, recordar tus preferencias y mostrarte contenido relevante. Puedes aceptar todas, rechazar las no esenciales o personalizar tu configuración.

Política de privacidad

Configuración de cookies

Elige qué cookies permites. Las cookies necesarias son imprescindibles para el funcionamiento del sitio.

Cookies necesarias Siempre activas

Permiten la navegación y el uso de las funciones básicas (inicio de sesión, ajustes de privacidad). No se pueden desactivar.

Cookies de preferencias

Permiten recordar tus ajustes (idioma, versión bíblica favorita) para ofrecerte una experiencia personalizada.

Cookies de análisis

Recopilan información anónima sobre cómo usas el sitio (páginas visitadas, tiempo de uso) para mejorar nuestros servicios.

Cookies de marketing

Se usan para mostrarte anuncios relevantes y medir la efectividad de nuestras campañas publicitarias.

Tus derechos GDPR

Puedes acceder, rectificar y eliminar tus datos personales en cualquier momento. Más información en nuestra política de privacidad.