Éxodo 4

Lee, resalta y exporta CODEX ALEXANDRINUS: Éxodo 4 en múltiples formatos. Haz clic en los versículos para resaltarlos, luego guarda o comparte tus selecciones. Puedes exportar en TXT, PDF o PNG. Todo gratis.

← →

🎨 Resaltar versículos

Consejo: Haz clic en cualquier versículo para resaltarlo con el color seleccionado
CODEX ALEXANDRINUS · Éxodo 4
1 ἀπεκρίθη δὲ μωυσῆς καὶ εἶπεν ἐὰν οὖν μὴ πιστεύσωσίν μοι μηδὲ εἰσακούσωσιν τῆς φωνῆς μου ἐροῦσιν γὰρ ὅτι οὐκ ὦπταί σοι ὁ θεός τί ἐρῶ πρὸς αὐτούς 2 εἶπεν δὲ αὐτῷ κύριος τί τοῦτό ἐστιν τὸ ἐν τῇ χειρί σου ὁ δὲ εἶπεν ῥάβδος 3 καὶ εἶπεν ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν καὶ ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν καὶ ἐγένετο ὄφις καὶ ἔφυγεν μωυσῆς ἀπ' αὐτοῦ 4 καὶ εἶπεν κύριος πρὸς μωυσῆν ἔκτεινον τὴν χεῖρα καὶ ἐπιλαβοῦ τῆς κέρκου ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ 5 ἵνα πιστεύσωσίν σοι ὅτι ὦπταί σοι κύριος ὁ θεὸς τῶν πατέρων αὐτῶν θεὸς αβρααμ καὶ θεὸς ισαακ καὶ θεὸς ιακωβ 6 εἶπεν δὲ αὐτῷ κύριος πάλιν εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου καὶ εἰσήνεγκεν τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ καὶ ἐξήνεγκεν τὴν χεῖρα αὐτοῦ ἐκ τοῦ κόλπου αὐτοῦ καὶ ἐγενήθη ἡ χεὶρ αὐτοῦ ὡσεὶ χιών 7 καὶ εἶπεν πάλιν εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου καὶ εἰσήνεγκεν τὴν χεῖρα εἰς τὸν κόλπον αὐτοῦ καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ καὶ πάλιν ἀπεκατέστη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτοῦ 8 ἐὰν δὲ μὴ πιστεύσωσίν σοι μηδὲ εἰσακούσωσιν τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου πιστεύσουσίν σοι τῆς φωνῆς τοῦ σημείου τοῦ ἐσχάτου 9 καὶ ἔσται ἐὰν μὴ πιστεύσωσίν σοι τοῖς δυσὶ σημείοις τούτοις μηδὲ εἰσακούσωσιν τῆς φωνῆς σου λήμψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν καὶ ἔσται τὸ ὕδωρ ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ αἷμα ἐπὶ τοῦ ξηροῦ 10 εἶπεν δὲ μωυσῆς πρὸς κύριον δέομαι κύριε οὐχ ἱκανός εἰμι πρὸ τῆς ἐχθὲς οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας οὐδὲ ἀφ' οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι 11 εἶπεν δὲ κύριος πρὸς μωυσῆν τίς ἔδωκεν στόμα ἀνθρώπῳ καὶ τίς ἐποίησεν δύσκωφον καὶ κωφόν βλέποντα καὶ τυφλόν οὐκ ἐγὼ ὁ θεός 12 καὶ νῦν πορεύου καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ συμβιβάσω σε ὃ μέλλεις λαλῆσαι 13 καὶ εἶπεν μωυσῆς δέομαι κύριε προχείρισαι δυνάμενον ἄλλον ὃν ἀποστελεῖς 14 καὶ θυμωθεὶς ὀργῇ κύριος ἐπὶ μωυσῆν εἶπεν οὐκ ἰδοὺ ααρων ὁ ἀδελφός σου ὁ λευίτης ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ 15 καὶ ἐρεῖς πρὸς αὐτὸν καὶ δώσεις τὰ ῥήματά μου εἰς τὸ στόμα αὐτοῦ καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ τὸ στόμα αὐτοῦ καὶ συμβιβάσω ὑμᾶς ἃ ποιήσετε 16 καὶ αὐτός σοι προσλαλήσει πρὸς τὸν λαόν καὶ αὐτὸς ἔσται σου στόμα σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν θεόν 17 καὶ τὴν ῥάβδον ταύτην τὴν στραφεῖσαν εἰς ὄφιν λήμψῃ ἐν τῇ χειρί σου ἐν ᾗ ποιήσεις ἐν αὐτῇ τὰ σημεῖα 18 ἐπορεύθη δὲ μωυσῆς καὶ ἀπέστρεψεν πρὸς ιοθορ τὸν γαμβρὸν αὐτοῦ καὶ λέγει πορεύσομαι καὶ ἀποστρέψω πρὸς τοὺς ἀδελφούς μου τοὺς ἐν αἰγύπτῳ καὶ ὄψομαι εἰ ἔτι ζῶσιν καὶ εἶπεν ιοθορ μωυσῇ βάδιζε ὑγιαίνων 19 μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς αἰγύπτου εἶπεν δὲ κύριος πρὸς μωυσῆν ἐν μαδιαμ βάδιζε ἄπελθε εἰς αἴγυπτον τεθνήκασιν γὰρ πάντες οἱ ζητοῦντές σου τὴν ψυχήν 20 ἀναλαβὼν δὲ μωυσῆς τὴν γυναῖκα καὶ τὰ παιδία ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια καὶ ἐπέστρεψεν εἰς αἴγυπτον ἔλαβεν δὲ μωυσῆς τὴν ῥάβδον τὴν παρὰ τοῦ θεοῦ ἐν τῇ χειρὶ αὐτοῦ 21 εἶπεν δὲ κύριος πρὸς μωυσῆν πορευομένου σου καὶ ἀποστρέφοντος εἰς αἴγυπτον ὅρα πάντα τὰ τέρατα ἃ ἔδωκα ἐν ταῖς χερσίν σου ποιήσεις αὐτὰ ἐναντίον φαραω ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν αὐτοῦ καὶ οὐ μὴ ἐξαποστείλῃ τὸν λαόν 22 σὺ δὲ ἐρεῖς τῷ φαραω τάδε λέγει κύριος υἱὸς πρωτότοκός μου ισραηλ 23 εἶπα δέ σοι ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσῃ εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι αὐτούς ὅρα οὖν ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον 24 ἐγένετο δὲ ἐν τῇ ὁδῷ ἐν τῷ καταλύματι συνήντησεν αὐτῷ ἄγγελος κυρίου καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι 25 καὶ λαβοῦσα σεπφωρα ψῆφον περιέτεμεν τὴν ἀκροβυστίαν τοῦ υἱοῦ αὐτῆς καὶ προσέπεσεν πρὸς τοὺς πόδας καὶ εἶπεν ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου 26 καὶ ἀπῆλθεν ἀπ' αὐτοῦ διότι εἶπεν ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου 27 εἶπεν δὲ κύριος πρὸς ααρων πορεύθητι εἰς συνάντησιν μωυσεῖ εἰς τὴν ἔρημον καὶ ἐπορεύθη καὶ συνήντησεν αὐτῷ ἐν τῷ ὄρει τοῦ θεοῦ καὶ κατεφίλησαν ἀλλήλους 28 καὶ ἀνήγγειλεν μωυσῆς τῷ ααρων πάντας τοὺς λόγους κυρίου οὓς ἀπέστειλεν καὶ πάντα τὰ σημεῖα ἃ ἐνετείλατο αὐτῷ 29 ἐπορεύθη δὲ μωυσῆς καὶ ααρων καὶ συνήγαγον τὴν γερουσίαν τῶν υἱῶν ισραηλ 30 καὶ ἐλάλησεν ααρων πάντα τὰ ῥήματα ταῦτα ἃ ἐλάλησεν ὁ θεὸς πρὸς μωυσῆν καὶ ἐποίησεν τὰ σημεῖα ἐναντίον τοῦ λαοῦ 31 καὶ ἐπίστευσεν ὁ λαὸς καὶ ἐχάρη ὅτι ἐπεσκέψατο ὁ θεὸς τοὺς υἱοὺς ισραηλ καὶ ὅτι εἶδεν αὐτῶν τὴν θλῖψιν κύψας δὲ ὁ λαὸς προσεκύνησεν
📓 Mis Notas de este Capítulo▼
⚠️ Esta nota se guarda SOLO en tu navegador. Si borras los datos, se perderá. Exporta tus notas para respaldo.
🤔 Reflexiona sobre este capítulo▼

Preguntas para meditar en Éxodo 4:

  • 1. ¿Qué excusas puso Moisés para no ir?
  • 2. ¿Cómo respondió Dios a cada excusa?
  • 3. ¿Qué te enseña sobre confiar en el poder de Dios más que en nuestras limitaciones?

📖 Este capítulo en otros idiomas y versiones 27 traducciones

🇸🇾 Arameo (1)

🇩🇪 Alemán (2)

🇬🇷 Griego (1)

✅ CODEX ALEXANDRINUS

🇮🇹 Italiano (1)

🇵🇱 Polish (1)

🇵🇹 Portugués (2)

🌍 Este capítulo está disponible en 10 idiomas y 27 traducciones diferentes

📤 Exportar capítulo

Nota: La exportación en PDF puede no mostrar correctamente caracteres en griego, hebreo o arameo. Para estos idiomas recomendamos usar la exportación como imagen.
Nota: Para capítulos muy largos (más de 100 versículos) utiliza la exportación en PDF.
💡 Exportación de resaltados: Para conservar tus resaltados en las exportaciones, utiliza la opción "Generar imagen del capítulo" que aparece abajo. Las exportaciones en texto y PDF no incluirán los colores de resaltado.
📖 Guía de referencia de versiones bíblicas▼

Esta página muestra múltiples traducciones de la Biblia. Esto es lo que significa cada abreviatura:

Versiones Bíblicas Disponibles

Biblia Completa (Antiguo y Nuevo Testamento)

🇪🇸 Reina-Valera 1909 (RV1909)

Traducción protestante española clásica de la tradición Reina-Valera.

🇪🇸 Biblia del Oso 1569 (RV1569)

Primera Biblia completa en español, traducida por Casiodoro de Reina.

🇪🇸 Reina-Valera Antigua (RVA)

Revisión histórica española basada en textos tempranos de Reina-Valera.

🇵🇹 Almeida 1628 (ALM1628)

Traducción temprana de la Biblia al portugués por João Ferreira de Almeida.

🇵🇹 Almeida 1753 (ALM1753)

Revisión histórica de la Biblia portuguesa de Almeida.

🇮🇹 Diodati 1885 (DIOD1885)

Traducción clásica de la Biblia protestante italiana.

🇬🇧 World English Bible (WEB)

Traducción inglesa moderna de dominio público basada en la Versión Estándar Americana.

🇬🇧 King James Version (KJV)

Traducción histórica de la Biblia al inglés publicada por primera vez en 1611.

🇫🇷 Louis Segond 1910 (LS1910)

Traducción protestante francesa clásica ampliamente utilizada en iglesias francófonas.

🇩🇪 Luther Bible 1912 (LUT1912)

Biblia alemana basada en la traducción histórica de Martín Lutero.

🇵🇱 Biblia Jakuba Wujka 1599 (WUJ1599)

Traducción católica polaca histórica de la Biblia por Jakub Wujek.

🇵🇱 Biblia Warszawska 1881 (BW1881)

Traducción protestante polaca clásica de la Biblia.

Fuentes del Antiguo Testamento

🇮🇱 Códice de Leningrado (Hebreo)

El manuscrito completo más antiguo de la Biblia hebrea utilizado para ediciones críticas modernas.

🇬🇧 Sociedad de Publicaciones Judías (JPS)

Traducción al inglés de las Escrituras hebreas por eruditos judíos.

🇬🇷 Códice Alejandrino (Griego)

Antiguo manuscrito griego que contiene porciones importantes de la Septuaginta.

🇬🇧 Septuaginta de Brenton (LXX Brenton)

Traducción al inglés de la Septuaginta griega por Sir Lancelot Brenton.

🇮🇱 Pentateuco Samaritano (Hebreo)

Versión hebrea antigua de la Torá preservada por la comunidad samaritana.

🇬🇧 Pentateuco Samaritano (Inglés)

Traducción al inglés de la Torá samaritana.

🇸🇾 Targum Onkelos (Arameo)

Antigua traducción aramea de la Torá atribuida tradicionalmente a Onkelos.

🇬🇧 Targum Onkelos (Inglés)

Traducción al inglés del Targum Onkelos arameo.

Nota: Esta lista incluye las versiones más comunes disponibles en nuestra biblioteca. Las versiones mostradas dependen de la disponibilidad para cada versículo específico.

⚙️ Personalizar visualización

🍪 Tu privacidad importa

Usamos cookies propias y de terceros para mejorar tu experiencia, recordar tus preferencias y mostrarte contenido relevante. Puedes aceptar todas, rechazar las no esenciales o personalizar tu configuración.

Política de privacidad

Configuración de cookies

Elige qué cookies permites. Las cookies necesarias son imprescindibles para el funcionamiento del sitio.

Cookies necesarias Siempre activas

Permiten la navegación y el uso de las funciones básicas (inicio de sesión, ajustes de privacidad). No se pueden desactivar.

Cookies de preferencias

Permiten recordar tus ajustes (idioma, versión bíblica favorita) para ofrecerte una experiencia personalizada.

Cookies de análisis

Recopilan información anónima sobre cómo usas el sitio (páginas visitadas, tiempo de uso) para mejorar nuestros servicios.

Cookies de marketing

Se usan para mostrarte anuncios relevantes y medir la efectividad de nuestras campañas publicitarias.

Tus derechos GDPR

Puedes acceder, rectificar y eliminar tus datos personales en cualquier momento. Más información en nuestra política de privacidad.