Éxodo 9

Lee, resalta y exporta CODEX ALEXANDRINUS: Éxodo 9 en múltiples formatos. Haz clic en los versículos para resaltarlos, luego guarda o comparte tus selecciones. Puedes exportar en TXT, PDF o PNG. Todo gratis.

← →

🎨 Resaltar versículos

Consejo: Haz clic en cualquier versículo para resaltarlo con el color seleccionado
CODEX ALEXANDRINUS · Éxodo 9
1 εἶπεν δὲ κύριος πρὸς μωυσῆν εἴσελθε πρὸς φαραω καὶ ἐρεῖς αὐτῷ τάδε λέγει κύριος ὁ θεὸς τῶν εβραίων ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσωσιν 2 εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου ἀλλ' ἔτι ἐγκρατεῖς αὐτοῦ 3 ἰδοὺ χεὶρ κυρίου ἐπέσται ἐν τοῖς κτήνεσίν σου τοῖς ἐν τοῖς πεδίοις ἔν τε τοῖς ἵπποις καὶ ἐν τοῖς ὑποζυγίοις καὶ ταῖς καμήλοις καὶ βουσὶν καὶ προβάτοις θάνατος μέγας σφόδρα 4 καὶ παραδοξάσω ἐγὼ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὰ μέσον τῶν κτηνῶν τῶν αἰγυπτίων καὶ ἀνὰ μέσον τῶν κτηνῶν τῶν υἱῶν ισραηλ οὐ τελευτήσει ἀπὸ πάντων τῶν τοῦ ισραηλ υἱῶν ῥητόν 5 καὶ ἔδωκεν ὁ θεὸς ὅρον λέγων ἐν τῇ αὔριον ποιήσει κύριος τὸ ῥῆμα τοῦτο ἐπὶ τῆς γῆς 6 καὶ ἐποίησεν κύριος τὸ ῥῆμα τοῦτο τῇ ἐπαύριον καὶ ἐτελεύτησεν πάντα τὰ κτήνη τῶν αἰγυπτίων ἀπὸ δὲ τῶν κτηνῶν τῶν υἱῶν ισραηλ οὐκ ἐτελεύτησεν οὐδέν 7 ἰδὼν δὲ φαραω ὅτι οὐκ ἐτελεύτησεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν υἱῶν ισραηλ οὐδέν ἐβαρύνθη ἡ καρδία φαραω καὶ οὐκ ἐξαπέστειλεν τὸν λαόν 8 εἶπεν δὲ κύριος πρὸς μωυσῆν καὶ ααρων λέγων λάβετε ὑμεῖς πλήρεις τὰς χεῖρας αἰθάλης καμιναίας καὶ πασάτω μωυσῆς εἰς τὸν οὐρανὸν ἐναντίον φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ 9 καὶ γενηθήτω κονιορτὸς ἐπὶ πᾶσαν τὴν γῆν αἰγύπτου καὶ ἔσται ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ τετράποδα ἕλκη φλυκτίδες ἀναζέουσαι ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν καὶ ἐν πάσῃ γῇ αἰγύπτου 10 καὶ ἔλαβεν τὴν αἰθάλην τῆς καμιναίας ἐναντίον φαραω καὶ ἔπασεν αὐτὴν μωυσῆς εἰς τὸν οὐρανόν καὶ ἐγένετο ἕλκη φλυκτίδες ἀναζέουσαι ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν 11 καὶ οὐκ ἠδύναντο οἱ φαρμακοὶ στῆναι ἐναντίον μωυσῆ διὰ τὰ ἕλκη ἐγένετο γὰρ τὰ ἕλκη ἐν τοῖς φαρμακοῖς καὶ ἐν πάσῃ γῇ αἰγύπτου 12 ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν φαραω καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθὰ συνέταξεν κύριος 13 εἶπεν δὲ κύριος πρὸς μωυσῆν ὄρθρισον τὸ πρωὶ καὶ στῆθι ἐναντίον φαραω καὶ ἐρεῖς πρὸς αὐτόν τάδε λέγει κύριος ὁ θεὸς τῶν εβραίων ἐξαπόστειλον τὸν λαόν μου ἵνα λατρεύσωσίν μοι 14 ἐν τῷ γὰρ νῦν καιρῷ ἐγὼ ἐξαποστέλλω πάντα τὰ συναντήματά μου εἰς τὴν καρδίαν σου καὶ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου ἵν' εἰδῇς ὅτι οὐκ ἔστιν ὡς ἐγὼ ἄλλος ἐν πάσῃ τῇ γῇ 15 νῦν γὰρ ἀποστείλας τὴν χεῖρα πατάξω σε καὶ τὸν λαόν σου θανάτῳ καὶ ἐκτριβήσῃ ἀπὸ τῆς γῆς 16 καὶ ἕνεκεν τούτου διετηρήθης ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ 17 ἔτι οὖν σὺ ἐμποιῇ τοῦ λαοῦ μου τοῦ μὴ ἐξαποστεῖλαι αὐτούς 18 ἰδοὺ ἐγὼ ὕω ταύτην τὴν ὥραν αὔριον χάλαζαν πολλὴν σφόδρα ἥτις τοιαύτη οὐ γέγονεν ἐν αἰγύπτῳ ἀφ' ἧς ἡμέρας ἔκτισται ἕως τῆς ἡμέρας ταύτης 19 νῦν οὖν κατάσπευσον συναγαγεῖν τὰ κτήνη σου καὶ ὅσα σοί ἐστιν ἐν τῷ πεδίῳ πάντες γὰρ οἱ ἄνθρωποι καὶ τὰ κτήνη ὅσα ἂν εὑρεθῇ ἐν τῷ πεδίῳ καὶ μὴ εἰσέλθῃ εἰς οἰκίαν πέσῃ δὲ ἐπ' αὐτὰ ἡ χάλαζα τελευτήσει 20 ὁ φοβούμενος τὸ ῥῆμα κυρίου τῶν θεραπόντων φαραω συνήγαγεν τὰ κτήνη αὐτοῦ εἰς τοὺς οἴκους 21 ὃς δὲ μὴ προσέσχεν τῇ διανοίᾳ εἰς τὸ ῥῆμα κυρίου ἀφῆκεν τὰ κτήνη ἐν τοῖς πεδίοις 22 εἶπεν δὲ κύριος πρὸς μωυσῆν ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν καὶ ἔσται χάλαζα ἐπὶ πᾶσαν γῆν αἰγύπτου ἐπί τε τοὺς ἀνθρώπους καὶ τὰ κτήνη καὶ ἐπὶ πᾶσαν βοτάνην τὴν ἐπὶ τῆς γῆς 23 ἐξέτεινεν δὲ μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν καὶ κύριος ἔδωκεν φωνὰς καὶ χάλαζαν καὶ διέτρεχεν τὸ πῦρ ἐπὶ τῆς γῆς καὶ ἔβρεξεν κύριος χάλαζαν ἐπὶ πᾶσαν γῆν αἰγύπτου 24 ἦν δὲ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ ἡ δὲ χάλαζα πολλὴ σφόδρα σφόδρα ἥτις τοιαύτη οὐ γέγονεν ἐν αἰγύπτῳ ἀφ' οὗ γεγένηται ἐπ' αὐτῆς ἔθνος 25 ἐπάταξεν δὲ ἡ χάλαζα ἐν πάσῃ γῇ αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ πᾶσαν βοτάνην τὴν ἐν τῷ πεδίῳ ἐπάταξεν ἡ χάλαζα καὶ πάντα τὰ ξύλα τὰ ἐν τοῖς πεδίοις συνέτριψεν ἡ χάλαζα 26 πλὴν ἐν γῇ γεσεμ οὗ ἦσαν οἱ υἱοὶ ισραηλ οὐκ ἐγένετο ἡ χάλαζα 27 ἀποστείλας δὲ φαραω ἐκάλεσεν μωυσῆν καὶ ααρων καὶ εἶπεν αὐτοῖς ἡμάρτηκα τὸ νῦν ὁ κύριος δίκαιος ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβεῖς 28 εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς κύριον καὶ παυσάσθω τοῦ γενηθῆναι φωνὰς θεοῦ καὶ χάλαζαν καὶ πῦρ καὶ ἐξαποστελῶ ὑμᾶς καὶ οὐκέτι προσθήσεσθε μένειν 29 εἶπεν δὲ αὐτῷ μωυσῆς ὡς ἂν ἐξέλθω τὴν πόλιν ἐκπετάσω τὰς χεῖράς μου πρὸς κύριον καὶ αἱ φωναὶ παύσονται καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσται ἔτι ἵνα γνῷς ὅτι τοῦ κυρίου ἡ γῆ 30 καὶ σὺ καὶ οἱ θεράποντές σου ἐπίσταμαι ὅτι οὐδέπω πεφόβησθε τὸν κύριον 31 τὸ δὲ λίνον καὶ ἡ κριθὴ ἐπλήγη ἡ γὰρ κριθὴ παρεστηκυῖα τὸ δὲ λίνον σπερματίζον 32 ὁ δὲ πυρὸς καὶ ἡ ὀλύρα οὐκ ἐπλήγη ὄψιμα γὰρ ἦν 33 ἐξῆλθεν δὲ μωυσῆς ἀπὸ φαραω ἐκτὸς τῆς πόλεως καὶ ἐξεπέτασεν τὰς χεῖρας πρὸς κύριον καὶ αἱ φωναὶ ἐπαύσαντο καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσταξεν ἔτι ἐπὶ τὴν γῆν 34 ἰδὼν δὲ φαραω ὅτι πέπαυται ὁ ὑετὸς καὶ ἡ χάλαζα καὶ αἱ φωναί προσέθετο τοῦ ἁμαρτάνειν καὶ ἐβάρυνεν αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ 35 καὶ ἐσκληρύνθη ἡ καρδία φαραω καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς ισραηλ καθάπερ ἐλάλησεν κύριος τῷ μωυσῇ
📓 Mis Notas de este Capítulo▼
⚠️ Esta nota se guarda SOLO en tu navegador. Si borras los datos, se perderá. Exporta tus notas para respaldo.
🤔 Reflexiona sobre este capítulo▼

Preguntas para meditar en Éxodo 9:

  • 1. ¿Qué plagas más severas envió Dios?
  • 2. ¿Cómo mostró Dios su poder sobre la creación?
  • 3. ¿Qué te enseña sobre la soberanía de Dios sobre la naturaleza?

📖 Este capítulo en otros idiomas y versiones 27 traducciones

🇸🇾 Arameo (1)

🇩🇪 Alemán (2)

🇬🇷 Griego (1)

✅ CODEX ALEXANDRINUS

🇮🇹 Italiano (1)

🇵🇱 Polish (1)

🇵🇹 Portugués (2)

🌍 Este capítulo está disponible en 10 idiomas y 27 traducciones diferentes

📤 Exportar capítulo

Nota: La exportación en PDF puede no mostrar correctamente caracteres en griego, hebreo o arameo. Para estos idiomas recomendamos usar la exportación como imagen.
Nota: Para capítulos muy largos (más de 100 versículos) utiliza la exportación en PDF.
💡 Exportación de resaltados: Para conservar tus resaltados en las exportaciones, utiliza la opción "Generar imagen del capítulo" que aparece abajo. Las exportaciones en texto y PDF no incluirán los colores de resaltado.
📖 Guía de referencia de versiones bíblicas▼

Esta página muestra múltiples traducciones de la Biblia. Esto es lo que significa cada abreviatura:

Versiones Bíblicas Disponibles

Biblia Completa (Antiguo y Nuevo Testamento)

🇪🇸 Reina-Valera 1909 (RV1909)

Traducción protestante española clásica de la tradición Reina-Valera.

🇪🇸 Biblia del Oso 1569 (RV1569)

Primera Biblia completa en español, traducida por Casiodoro de Reina.

🇪🇸 Reina-Valera Antigua (RVA)

Revisión histórica española basada en textos tempranos de Reina-Valera.

🇵🇹 Almeida 1628 (ALM1628)

Traducción temprana de la Biblia al portugués por João Ferreira de Almeida.

🇵🇹 Almeida 1753 (ALM1753)

Revisión histórica de la Biblia portuguesa de Almeida.

🇮🇹 Diodati 1885 (DIOD1885)

Traducción clásica de la Biblia protestante italiana.

🇬🇧 World English Bible (WEB)

Traducción inglesa moderna de dominio público basada en la Versión Estándar Americana.

🇬🇧 King James Version (KJV)

Traducción histórica de la Biblia al inglés publicada por primera vez en 1611.

🇫🇷 Louis Segond 1910 (LS1910)

Traducción protestante francesa clásica ampliamente utilizada en iglesias francófonas.

🇩🇪 Luther Bible 1912 (LUT1912)

Biblia alemana basada en la traducción histórica de Martín Lutero.

🇵🇱 Biblia Jakuba Wujka 1599 (WUJ1599)

Traducción católica polaca histórica de la Biblia por Jakub Wujek.

🇵🇱 Biblia Warszawska 1881 (BW1881)

Traducción protestante polaca clásica de la Biblia.

Fuentes del Antiguo Testamento

🇮🇱 Códice de Leningrado (Hebreo)

El manuscrito completo más antiguo de la Biblia hebrea utilizado para ediciones críticas modernas.

🇬🇧 Sociedad de Publicaciones Judías (JPS)

Traducción al inglés de las Escrituras hebreas por eruditos judíos.

🇬🇷 Códice Alejandrino (Griego)

Antiguo manuscrito griego que contiene porciones importantes de la Septuaginta.

🇬🇧 Septuaginta de Brenton (LXX Brenton)

Traducción al inglés de la Septuaginta griega por Sir Lancelot Brenton.

🇮🇱 Pentateuco Samaritano (Hebreo)

Versión hebrea antigua de la Torá preservada por la comunidad samaritana.

🇬🇧 Pentateuco Samaritano (Inglés)

Traducción al inglés de la Torá samaritana.

🇸🇾 Targum Onkelos (Arameo)

Antigua traducción aramea de la Torá atribuida tradicionalmente a Onkelos.

🇬🇧 Targum Onkelos (Inglés)

Traducción al inglés del Targum Onkelos arameo.

Nota: Esta lista incluye las versiones más comunes disponibles en nuestra biblioteca. Las versiones mostradas dependen de la disponibilidad para cada versículo específico.

⚙️ Personalizar visualización

🍪 Tu privacidad importa

Usamos cookies propias y de terceros para mejorar tu experiencia, recordar tus preferencias y mostrarte contenido relevante. Puedes aceptar todas, rechazar las no esenciales o personalizar tu configuración.

Política de privacidad

Configuración de cookies

Elige qué cookies permites. Las cookies necesarias son imprescindibles para el funcionamiento del sitio.

Cookies necesarias Siempre activas

Permiten la navegación y el uso de las funciones básicas (inicio de sesión, ajustes de privacidad). No se pueden desactivar.

Cookies de preferencias

Permiten recordar tus ajustes (idioma, versión bíblica favorita) para ofrecerte una experiencia personalizada.

Cookies de análisis

Recopilan información anónima sobre cómo usas el sitio (páginas visitadas, tiempo de uso) para mejorar nuestros servicios.

Cookies de marketing

Se usan para mostrarte anuncios relevantes y medir la efectividad de nuestras campañas publicitarias.

Tus derechos GDPR

Puedes acceder, rectificar y eliminar tus datos personales en cualquier momento. Más información en nuestra política de privacidad.