Isaiah 5

Read, highlight, and export CODEX ALEXANDRINUS: Isaiah 5 in multiple formats. Click verses to highlight, then save or share your selections. You can export in TXT, PDF or PNG. All for free.

← →

🎨 Highlight Verses

Tip: Click on any verse to highlight it with the selected color
CODEX ALEXANDRINUS · Isaiah 5
1 4:5 καὶ ἥξει καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους σιων καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός πάσῃ τῇ δόξῃ σκεπασθήσεται καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ 2 ᾄσω δὴ τῷ ἠγαπημένῳ ἆ|σμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι 3 καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα καὶ ἐφύτευσα ἄμπελον σωρηχ καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν ἐποίησεν δὲ ἀκάνθας 4 καὶ νῦν ἄνθρωπος τοῦ ιουδα καὶ οἱ ἐνοικοῦντες ἐν ιερουσαλημ κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου 5 τί ποιήσω ἔτι τῷ ἀμπελῶνί μου καὶ οὐκ ἐποίησα αὐτῷ διότι ἔμεινα τοῦ ποιῆσαι σταφυλήν ἐποίησεν δὲ ἀκάνθας 6 νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα 7 καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τμηθῇ οὐδὲ μὴ σκαφῇ καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν 8 ὁ γὰρ ἀμπελὼν κυρίου σαβαωθ οἶκος τοῦ ισραηλ ἐστίν καὶ ἄνθρωπος τοῦ ιουδα νεόφυτον ἠγαπημένον ἔμεινα τοῦ ποιῆσαι κρίσιν ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν 9 οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες ἵνα τοῦ πλησίον ἀφέλωνταί τι μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς 10 ἠκούσθη γὰρ εἰς τὰ ὦτα κυρίου σαβαωθ ταῦτα ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί εἰς ἔρημον ἔσονται μεγάλαι καὶ καλαί καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς 11 οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν ποιήσει κεράμιον ἕν καὶ ὁ σπείρων ἀρτάβας ἓξ ποιήσει μέτρα τρία 12 οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωὶ καὶ τὸ σικερα διώκοντες οἱ μένοντες τὸ ὀψέ ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει 13 μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσιν τὰ δὲ ἔργα κυρίου οὐκ ἐμβλέπουσιν καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσιν 14 τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν κύριον καὶ πλῆθος ἐγενήθη νεκρῶν διὰ λιμὸν καὶ δίψαν ὕδατος 15 καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ διήνοιξεν τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν καὶ καταβήσονται οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτῆς 16 καὶ ταπεινωθήσεται ἄνθρωπος καὶ ἀτιμασθήσεται ἀνήρ καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται 17 καὶ ὑψωθήσεται κύριος σαβαωθ ἐν κρίματι καὶ ὁ θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ 18 καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται 19 οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας 20 οἱ λέγοντες τὸ τάχος ἐγγισάτω ἃ ποιήσει ἵνα ἴδωμεν καὶ ἐλθάτω ἡ βουλὴ τοῦ ἁγίου ισραηλ ἵνα γνῶμεν 21 οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν 22 οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες 23 οὐαὶ οἱ ἰσχύοντες ὑμῶν οἱ τὸν οἶνον πίνοντες καὶ οἱ δυνάσται οἱ κεραννύντες τὸ σικερα 24 οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες 25 διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται οὐ γὰρ ἠθέλησαν τὸν νόμον κυρίου σαβαωθ ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου ισραηλ παρώξυναν 26 καὶ ἐθυμώθη ὀργῇ κύριος σαβαωθ ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπέβαλεν τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπάταξεν αὐτούς καὶ παρωξύνθη τὰ ὄρη καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή 27 τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσιν τοῖς μακρὰν καὶ συριεῖ αὐτοῖς ἀπ' ἄκρου τῆς γῆς καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται 28 οὐ πεινάσουσιν οὐδὲ κοπιάσουσιν οὐδὲ νυστάξουσιν οὐδὲ κοιμηθήσονται οὐδὲ λύσουσιν τὰς ζώνας αὐτῶν ἀπὸ τῆς ὀσφύος αὐτῶν οὐδὲ μὴ ῥαγῶσιν οἱ ἱμάντες τῶν ὑποδημάτων αὐτῶν 29 ὧν τὰ βέλη ὀξεῖά ἐστιν καὶ τὰ τόξα αὐτῶν ἐντεταμένα οἱ πόδες τῶν ἵππων αὐτῶν ὡς στερεὰ πέτρα ἐλογίσθησαν οἱ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίς 30 ὁρμῶσιν ὡς λέοντες καὶ παρέστηκαν ὡς σκύμνος λέοντος καὶ ἐπιλήμψεται καὶ βοήσει ὡς θηρίου καὶ ἐκβαλεῖ καὶ οὐκ ἔσται ὁ ῥυόμενος αὐτούς
📓 My Notes for this Chapter▼
⚠️ This note is saved ONLY in your browser. If you clear browser data, it will be lost. Export your notes for backup.
🤔 Reflect on this chapter▼

Questions to reflect on in Isaiah 5:

  • 1. What song does he sing about the vineyard?
  • 2. What did he expect and what did he find?
  • 3. What woes does he pronounce?

📖 This chapter in other languages and versions 23 translations

🇩🇪 German (2)

🇬🇷 Greek (1)

✅ CODEX ALEXANDRINUS

🇮🇱 Hebrew (1)

🇮🇹 Italian (1)

🇵🇱 Polish (1)

🇵🇹 Portuguese (2)

🌍 This chapter is available in 9 languages and 23 different translations

📤 Export Chapter

Note: PDF export may not properly display Greek, Hebrew, or Aramaic characters. For these languages, we recommend using the Image export.
Note: For very large chapters (more than 100 verses) use PDF export.
💡 Exporting Highlights: To preserve your highlights in exports, use the "Generate Chapter Image" option below. Text and PDF exports will not include highlight colors.
📖 Bible Versions Reference Guide▼

This page displays multiple Bible translations. Here's what each abbreviation means:

Available Bible Versions

Complete Bible (Old & New Testament)

🇪🇸 Reina-Valera 1909 (RV1909)

Classic Spanish Protestant translation from the Reina-Valera tradition.

🇪🇸 Biblia del Oso 1569 (RV1569)

The first complete Spanish Bible translated by Casiodoro de Reina.

🇪🇸 Reina-Valera Antigua (RVA)

Historic Spanish revision based on early Reina-Valera texts.

🇵🇹 Almeida 1628 (ALM1628)

Early Portuguese Bible translation by João Ferreira de Almeida.

🇵🇹 Almeida 1753 (ALM1753)

Historic revision of the Portuguese Almeida Bible.

🇮🇹 Diodati 1885 (DIOD1885)

Classic Italian Protestant Bible translation.

🇬🇧 World English Bible (WEB)

Modern public domain English translation based on the American Standard Version.

🇬🇧 King James Version (KJV)

Historic English Bible translation first published in 1611.

🇫🇷 Louis Segond 1910 (LS1910)

Classic French Protestant translation widely used in French-speaking churches.

🇩🇪 Luther Bible 1912 (LUT1912)

German Bible based on Martin Luther’s historic translation.

🇵🇱 Biblia Jakuba Wujka 1599 (WUJ1599)

Historic Polish Catholic Bible translated by Jakub Wujek.

🇵🇱 Biblia Warszawska 1881 (BW1881)

Classic Polish Protestant Bible translation.

Old Testament Sources

🇮🇱 Leningrad Codex (Hebrew)

The oldest complete manuscript of the Hebrew Bible used for modern critical editions.

🇬🇧 Jewish Publication Society (JPS)

English translation of the Hebrew Scriptures by Jewish scholars.

🇬🇷 Codex Alexandrinus (Greek)

Ancient Greek manuscript containing major portions of the Septuagint.

🇬🇧 Brenton Septuagint (LXX Brenton)

English translation of the Greek Septuagint by Sir Lancelot Brenton.

🇮🇱 Samaritan Pentateuch (Hebrew)

Ancient Hebrew version of the Torah preserved by the Samaritan community.

🇬🇧 Samaritan Pentateuch (English)

English translation of the Samaritan Torah.

🇸🇾 Targum Onkelos (Aramaic)

Ancient Aramaic translation of the Torah traditionally attributed to Onkelos.

🇬🇧 Targum Onkelos (English)

English translation of the Aramaic Targum Onkelos.

Note: This list includes the most common versions available in our library. The actual versions displayed depend on availability for each specific verse.

⚙️ Customize Display

🍪 Tu privacidad importa

Usamos cookies propias y de terceros para mejorar tu experiencia, recordar tus preferencias y mostrarte contenido relevante. Puedes aceptar todas, rechazar las no esenciales o personalizar tu configuración.

Política de privacidad

Configuración de cookies

Elige qué cookies permites. Las cookies necesarias son imprescindibles para el funcionamiento del sitio.

Cookies necesarias Siempre activas

Permiten la navegación y el uso de las funciones básicas (inicio de sesión, ajustes de privacidad). No se pueden desactivar.

Cookies de preferencias

Permiten recordar tus ajustes (idioma, versión bíblica favorita) para ofrecerte una experiencia personalizada.

Cookies de análisis

Recopilan información anónima sobre cómo usas el sitio (páginas visitadas, tiempo de uso) para mejorar nuestros servicios.

Cookies de marketing

Se usan para mostrarte anuncios relevantes y medir la efectividad de nuestras campañas publicitarias.

Tus derechos GDPR

Puedes acceder, rectificar y eliminar tus datos personales en cualquier momento. Más información en nuestra política de privacidad.