Numeri 4

Lies, markiere und exportiere CODEX ALEXANDRINUS: Numeri 4 in mehreren Formaten. Klicke auf Verse, um sie zu markieren, dann speichere oder teile deine Auswahl. Du kannst in TXT, PDF oder PNG exportieren. Alles kostenlos.

← →

🎨 Verse markieren

Tipp: Klicke auf einen beliebigen Vers, um ihn mit der ausgewählten Farbe zu markieren
CODEX ALEXANDRINUS · Numeri 4
1 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν καὶ ααρων λέγων 2 λαβὲ τὸ κεφάλαιον τῶν υἱῶν κααθ ἐκ μέσου υἱῶν λευι κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν 3 ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν καὶ ἐπάνω καὶ ἕως πεντήκοντα ἐτῶν πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν ποιῆσαι πάντα τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου 4 καὶ ταῦτα τὰ ἔργα τῶν υἱῶν κααθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἅγιον τῶν ἁγίων 5 καὶ εἰσελεύσεται ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ὅταν ἐξαίρῃ ἡ παρεμβολή καὶ καθελοῦσιν τὸ καταπέτασμα τὸ συσκιάζον καὶ κατακαλύψουσιν ἐν αὐτῷ τὴν κιβωτὸν τοῦ μαρτυρίου 6 καὶ ἐπιθήσουσιν ἐπ' αὐτὸ κατακάλυμμα δέρμα ὑακίνθινον καὶ ἐπιβαλοῦσιν ἐπ' αὐτὴν ἱμάτιον ὅλον ὑακίνθινον ἄνωθεν καὶ διεμβαλοῦσιν τοὺς ἀναφορεῖς 7 καὶ ἐπὶ τὴν τράπεζαν τὴν προκειμένην ἐπιβαλοῦσιν ἐπ' αὐτὴν ἱμάτιον ὁλοπόρφυρον καὶ τὰ τρυβλία καὶ τὰς θυίσκας καὶ τοὺς κυάθους καὶ τὰ σπονδεῖα ἐν οἷς σπένδει καὶ οἱ ἄρτοι οἱ διὰ παντὸς ἐπ' αὐτῆς ἔσονται 8 καὶ ἐπιβαλοῦσιν ἐπ' αὐτὴν ἱμάτιον κόκκινον καὶ καλύψουσιν αὐτὴν καλύμματι δερματίνῳ ὑακινθίνῳ καὶ διεμβαλοῦσιν δι' αὐτῆς τοὺς ἀναφορεῖς 9 καὶ λήμψονται ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν τὴν λυχνίαν τὴν φωτίζουσαν καὶ τοὺς λύχνους αὐτῆς καὶ τὰς λαβίδας αὐτῆς καὶ τὰς ἐπαρυστρίδας αὐτῆς καὶ πάντα τὰ ἀγγεῖα τοῦ ἐλαίου οἷς λειτουργοῦσιν ἐν αὐτοῖς 10 καὶ ἐμβαλοῦσιν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς εἰς κάλυμμα δερμάτινον ὑακίνθινον καὶ ἐπιθήσουσιν αὐτὴν ἐπ' ἀναφορέων 11 καὶ ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐπικαλύψουσιν ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν αὐτὸ καλύμματι δερματίνῳ ὑακινθίνῳ καὶ διεμβαλοῦσιν τοὺς ἀναφορεῖς αὐτοῦ 12 καὶ λήμψονται πάντα τὰ σκεύη τὰ λειτουργικά ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς ἐν τοῖς ἁγίοις καὶ ἐμβαλοῦσιν εἰς ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν αὐτὰ καλύμματι δερματίνῳ ὑακινθίνῳ καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς 13 καὶ τὸν καλυπτῆρα ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπικαλύψουσιν ἐπ' αὐτὸ ἱμάτιον ὁλοπόρφυρον 14 καὶ ἐπιθήσουσιν ἐπ' αὐτὸ πάντα τὰ σκεύη ὅσοις λειτουργοῦσιν ἐπ' αὐτὸ ἐν αὐτοῖς καὶ τὰ πυρεῖα καὶ τὰς κρεάγρας καὶ τὰς φιάλας καὶ τὸν καλυπτῆρα καὶ πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου καὶ ἐπιβαλοῦσιν ἐπ' αὐτὸ κάλυμμα δερμάτινον ὑακίνθινον καὶ διεμβαλοῦσιν τοὺς ἀναφορεῖς αὐτοῦ καὶ λήμψονται ἱμάτιον πορφυροῦν καὶ συγκαλύψουσιν τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ καὶ ἐμβαλοῦσιν αὐτὰ εἰς κάλυμμα δερμάτινον ὑακίνθινον καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς 15 καὶ συντελέσουσιν ααρων καὶ οἱ υἱοὶ αὐτοῦ καλύπτοντες τὰ ἅγια καὶ πάντα τὰ σκεύη τὰ ἅγια ἐν τῷ ἐξαίρειν τὴν παρεμβολήν καὶ μετὰ ταῦτα εἰσελεύσονται υἱοὶ κααθ αἴρειν καὶ οὐχ ἅψονται τῶν ἁγίων ἵνα μὴ ἀποθάνωσιν ταῦτα ἀροῦσιν οἱ υἱοὶ κααθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου 16 ἐπίσκοπος ελεαζαρ υἱὸς ααρων τοῦ ἱερέως τὸ ἔλαιον τοῦ φωτὸς καὶ τὸ θυμίαμα τῆς συνθέσεως καὶ ἡ θυσία ἡ καθ' ἡμέραν καὶ τὸ ἔλαιον τῆς χρίσεως ἡ ἐπισκοπὴ ὅλης τῆς σκηνῆς καὶ ὅσα ἐστὶν ἐν αὐτῇ ἐν τῷ ἁγίῳ ἐν πᾶσι τοῖς ἔργοις 17 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν καὶ ααρων λέγων 18 μὴ ὀλεθρεύσητε τῆς φυλῆς τὸν δῆμον τὸν κααθ ἐκ μέσου τῶν λευιτῶν 19 τοῦτο ποιήσατε αὐτοῖς καὶ ζήσονται καὶ οὐ μὴ ἀποθάνωσιν προσπορευομένων αὐτῶν πρὸς τὰ ἅγια τῶν ἁγίων ααρων καὶ οἱ υἱοὶ αὐτοῦ προσπορευέσθωσαν καὶ καταστήσουσιν αὐτοὺς ἕκαστον κατὰ τὴν ἀναφορὰν αὐτοῦ 20 καὶ οὐ μὴ εἰσέλθωσιν ἰδεῖν ἐξάπινα τὰ ἅγια καὶ ἀποθανοῦνται 21 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων 22 λαβὲ τὴν ἀρχὴν τῶν υἱῶν γεδσων καὶ τούτους κατ' οἴκους πατριῶν αὐτῶν κατὰ δήμους αὐτῶν 23 ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπίσκεψαι αὐτούς πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου 24 αὕτη ἡ λειτουργία τοῦ δήμου τοῦ γεδσων λειτουργεῖν καὶ αἴρειν 25 καὶ ἀρεῖ τὰς δέρρεις τῆς σκηνῆς καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ κάλυμμα αὐτῆς καὶ τὸ κάλυμμα τὸ ὑακίνθινον τὸ ὂν ἐπ' αὐτῆς ἄνωθεν καὶ τὸ κάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου 26 καὶ τὰ ἱστία τῆς αὐλῆς ὅσα ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰ περισσὰ καὶ πάντα τὰ σκεύη τὰ λειτουργικά ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς ποιήσουσιν 27 κατὰ στόμα ααρων καὶ τῶν υἱῶν αὐτοῦ ἔσται ἡ λειτουργία τῶν υἱῶν γεδσων κατὰ πάσας τὰς λειτουργίας αὐτῶν καὶ κατὰ πάντα τὰ ἀρτὰ δι' αὐτῶν καὶ ἐπισκέψῃ αὐτοὺς ἐξ ὀνομάτων πάντα τὰ ἀρτὰ ὑπ' αὐτῶν 28 αὕτη ἡ λειτουργία τῶν υἱῶν γεδσων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ ἡ φυλακὴ αὐτῶν ἐν χειρὶ ιθαμαρ τοῦ υἱοῦ ααρων τοῦ ἱερέως 29 υἱοὶ μεραρι κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν ἐπισκέψασθε αὐτούς 30 ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπισκέψασθε αὐτούς πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου 31 καὶ ταῦτα τὰ φυλάγματα τῶν αἰρομένων ὑπ' αὐτῶν κατὰ πάντα τὰ ἔργα αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου τὰς κεφαλίδας τῆς σκηνῆς καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους αὐτῆς καὶ τὰς βάσεις αὐτῆς καὶ τὸ κατακάλυμμα καὶ αἱ βάσεις αὐτῶν καὶ οἱ στύλοι αὐτῶν καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς 32 καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ καὶ αἱ βάσεις αὐτῶν καὶ τοὺς στύλους τοῦ καταπετάσματος τῆς πύλης τῆς αὐλῆς καὶ τὰς βάσεις αὐτῶν καὶ τοὺς πασσάλους αὐτῶν καὶ τοὺς κάλους αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ πάντα τὰ λειτουργήματα αὐτῶν ἐξ ὀνομάτων ἐπισκέψασθε αὐτοὺς καὶ πάντα τὰ σκεύη τῆς φυλακῆς τῶν αἰρομένων ὑπ' αὐτῶν 33 αὕτη ἡ λειτουργία δήμου υἱῶν μεραρι ἐν πᾶσιν τοῖς ἔργοις αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν χειρὶ ιθαμαρ υἱοῦ ααρων τοῦ ἱερέως 34 καὶ ἐπεσκέψατο μωυσῆς καὶ ααρων καὶ οἱ ἄρχοντες ισραηλ τοὺς υἱοὺς κααθ κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν 35 ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου 36 καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν δισχίλιοι διακόσιοι πεντήκοντα 37 αὕτη ἡ ἐπίσκεψις δήμου κααθ πᾶς ὁ λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καθὰ ἐπεσκέψατο μωυσῆς καὶ ααρων διὰ φωνῆς κυρίου ἐν χειρὶ μωυσῆ 38 καὶ ἐπεσκέπησαν υἱοὶ γεδσων κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν 39 ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου 40 καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν δισχίλιοι ἑξακόσιοι τριάκοντα 41 αὕτη ἡ ἐπίσκεψις δήμου υἱῶν γεδσων πᾶς ὁ λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου οὓς ἐπεσκέψατο μωυσῆς καὶ ααρων διὰ φωνῆς κυρίου ἐν χειρὶ μωυσῆ 42 ἐπεσκέπησαν δὲ καὶ δῆμος υἱῶν μεραρι κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν 43 ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν πρὸς τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου 44 καὶ ἐγενήθη ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν τρισχίλιοι καὶ διακόσιοι 45 αὕτη ἡ ἐπίσκεψις δήμου υἱῶν μεραρι οὓς ἐπεσκέψατο μωυσῆς καὶ ααρων διὰ φωνῆς κυρίου ἐν χειρὶ μωυσῆ 46 πάντες οἱ ἐπεσκεμμένοι οὓς ἐπεσκέψατο μωυσῆς καὶ ααρων καὶ οἱ ἄρχοντες ισραηλ τοὺς λευίτας κατὰ δήμους κατ' οἴκους πατριῶν αὐτῶν 47 ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς πᾶς ὁ εἰσπορευόμενος πρὸς τὸ ἔργον τῶν ἔργων καὶ τὰ ἔργα τὰ αἰρόμενα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου 48 καὶ ἐγενήθησαν οἱ ἐπισκεπέντες ὀκτακισχίλιοι πεντακόσιοι ὀγδοήκοντα 49 διὰ φωνῆς κυρίου ἐπεσκέψατο αὐτοὺς ἐν χειρὶ μωυσῆ ἄνδρα κατ' ἄνδρα ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ ὧν αἴρουσιν αὐτοί καὶ ἐπεσκέπησαν ὃν τρόπον συνέταξεν κύριος τῷ μωυσῇ
📓 Meine Notizen zu diesem Kapitel▼
⚠️ Diese Notiz wird NUR in deinem Browser gespeichert. Wenn du die Browserdaten löschst, geht sie verloren. Exportiere deine Notizen zur Sicherung.

📖 Dieses Kapitel in anderen Sprachen und Versionen 27 Übersetzungen

🇸🇾 Aramäisch (1)

🇩🇪 Deutsch (2)

🇬🇷 Griechisch (1)

✅ CODEX ALEXANDRINUS

🇮🇱 Hebräisch (2)

🇮🇹 Italienisch (1)

🇵🇱 Polish (1)

🇵🇹 Portugiesisch (2)

🌍 Dieses Kapitel ist in 10 Sprachen und 27 verschiedenen Übersetzungen verfügbar

📤 Kapitel exportieren

Hinweis: Der PDF-Export kann griechische, hebräische oder aramäische Zeichen möglicherweise nicht korrekt anzeigen. Für diese Sprachen empfehlen wir den Bild-Export.
Hinweis: Für sehr lange Kapitel (mehr als 100 Verse) verwende den PDF-Export.
💡 Markierungen exportieren: Um deine Markierungen in Exporten zu erhalten, verwende die Option "Kapitelbild erstellen" unten. Text- und PDF-Exporte enthalten keine Markierungsfarben.
📖 Referenzanleitung für Bibelversionen▼

Diese Seite zeigt mehrere Bibelübersetzungen. Hier ist, was jede Abkürzung bedeutet:

Verfügbare Bibelversionen

Vollständige Bibel (Altes & Neues Testament)

🇪🇸 Reina-Valera 1909 (RV1909)

Klassische spanische protestantische Übersetzung aus der Reina-Valera-Tradition.

🇪🇸 Biblia del Oso 1569 (RV1569)

Die erste vollständige spanische Bibel, übersetzt von Casiodoro de Reina.

🇪🇸 Reina-Valera Antigua (RVA)

Historische spanische Revision basierend auf frühen Reina-Valera-Texten.

🇵🇹 Almeida 1628 (ALM1628)

Frühe portugiesische Bibelübersetzung von João Ferreira de Almeida.

🇵🇹 Almeida 1753 (ALM1753)

Historische Revision der portugiesischen Almeida-Bibel.

🇮🇹 Diodati 1885 (DIOD1885)

Klassische italienische protestantische Bibelübersetzung.

🇬🇧 World English Bible (WEB)

Moderne, gemeinfreie englische Übersetzung basierend auf der American Standard Version.

🇬🇧 King James Version (KJV)

Historische englische Bibelübersetzung, erstmals veröffentlicht 1611.

🇫🇷 Louis Segond 1910 (LS1910)

Klassische französische protestantische Übersetzung, weit verbreitet in französischsprachigen Kirchen.

🇩🇪 Luther Bible 1912 (LUT1912)

Deutsche Bibel basierend auf Martin Luthers historischer Übersetzung.

🇵🇱 Biblia Jakuba Wujka 1599 (WUJ1599)

Historische polnische katholische Bibel, übersetzt von Jakub Wujek.

🇵🇱 Biblia Warszawska 1881 (BW1881)

Klassische polnische protestantische Bibelübersetzung.

Quellen des Alten Testaments

🇮🇱 Leningrader Codex (Hebräisch)

Das älteste vollständige Manuskript der hebräischen Bibel, das für moderne kritische Ausgaben verwendet wird.

🇬🇧 Jüdische Publikationsgesellschaft (JPS)

Englische Übersetzung der hebräischen Schriften durch jüdische Gelehrte.

🇬🇷 Codex Alexandrinus (Griechisch)

Antikes griechisches Manuskript mit wichtigen Teilen der Septuaginta.

🇬🇧 Brenton-Septuaginta (LXX Brenton)

Englische Übersetzung der griechischen Septuaginta von Sir Lancelot Brenton.

🇮🇱 Samaritanischer Pentateuch (Hebräisch)

Antike hebräische Version der Torah, bewahrt von der samaritanischen Gemeinschaft.

🇬🇧 Samaritanischer Pentateuch (Englisch)

Englische Übersetzung der samaritanischen Torah.

🇸🇾 Targum Onkelos (Aramäisch)

Antike aramäische Übersetzung der Torah, traditionell Onkelos zugeschrieben.

🇬🇧 Targum Onkelos (Englisch)

Englische Übersetzung des aramäischen Targum Onkelos.

Hinweis: Diese Liste enthält die gängigsten Versionen in unserer Bibliothek. Die tatsächlich angezeigten Versionen hängen von der Verfügbarkeit für jeden spezifischen Vers ab.

⚙️ Anzeige anpassen

🍪 Tu privacidad importa

Usamos cookies propias y de terceros para mejorar tu experiencia, recordar tus preferencias y mostrarte contenido relevante. Puedes aceptar todas, rechazar las no esenciales o personalizar tu configuración.

Política de privacidad

Configuración de cookies

Elige qué cookies permites. Las cookies necesarias son imprescindibles para el funcionamiento del sitio.

Cookies necesarias Siempre activas

Permiten la navegación y el uso de las funciones básicas (inicio de sesión, ajustes de privacidad). No se pueden desactivar.

Cookies de preferencias

Permiten recordar tus ajustes (idioma, versión bíblica favorita) para ofrecerte una experiencia personalizada.

Cookies de análisis

Recopilan información anónima sobre cómo usas el sitio (páginas visitadas, tiempo de uso) para mejorar nuestros servicios.

Cookies de marketing

Se usan para mostrarte anuncios relevantes y medir la efectividad de nuestras campañas publicitarias.

Tus derechos GDPR

Puedes acceder, rectificar y eliminar tus datos personales en cualquier momento. Más información en nuestra política de privacidad.