Genesis 19

Read, highlight, and export CODEX ALEXANDRINUS: Genesis 19 in multiple formats. Click verses to highlight, then save or share your selections. You can export in TXT, PDF or PNG. All for free.

← →

🎨 Highlight Verses

Tip: Click on any verse to highlight it with the selected color
CODEX ALEXANDRINUS · Genesis 19
1 ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς σοδομα ἑσπέρας λωτ δὲ ἐκάθητο παρὰ τὴν πύλην σοδομων ἰδὼν δὲ λωτ ἐξανέστη εἰς συνάντησιν αὐτοῖς καὶ προσεκύνησεν τῷ προσώπῳ ἐπὶ τὴν γῆν 2 καὶ εἶπεν ἰδού κύριοι ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καὶ καταλύσατε καὶ νίψασθε τοὺς πόδας ὑμῶν καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν εἶπαν δέ οὐχί ἀλλ' ἐν τῇ πλατείᾳ καταλύσομεν 3 καὶ κατεβιάζετο αὐτούς καὶ ἐξέκλιναν πρὸς αὐτὸν καὶ εἰσῆλθον εἰς τὴν οἰκίαν αὐτοῦ καὶ ἐποίησεν αὐτοῖς πότον καὶ ἀζύμους ἔπεψεν αὐτοῖς καὶ ἔφαγον 4 πρὸ τοῦ κοιμηθῆναι καὶ οἱ ἄνδρες τῆς πόλεως οἱ σοδομῖται περιεκύκλωσαν τὴν οἰκίαν ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου ἅπας ὁ λαὸς ἅμα 5 καὶ ἐξεκαλοῦντο τὸν λωτ καὶ ἔλεγον πρὸς αὐτόν ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρὸς σὲ τὴν νύκτα ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς ἵνα συγγενώμεθα αὐτοῖς 6 ἐξῆλθεν δὲ λωτ πρὸς αὐτοὺς πρὸς τὸ πρόθυρον τὴν δὲ θύραν προσέῳξεν ὀπίσω αὐτοῦ 7 εἶπεν δὲ πρὸς αὐτούς μηδαμῶς ἀδελφοί μὴ πονηρεύσησθε 8 εἰσὶν δέ μοι δύο θυγατέρες αἳ οὐκ ἔγνωσαν ἄνδρα ἐξάξω αὐτὰς πρὸς ὑμᾶς καὶ χρήσασθε αὐταῖς καθὰ ἂν ἀρέσκῃ ὑμῖν μόνον εἰς τοὺς ἄνδρας τούτους μὴ ποιήσητε μηδὲν ἄδικον οὗ εἵνεκεν εἰσῆλθον ὑπὸ τὴν σκέπην τῶν δοκῶν μου 9 εἶπαν δέ ἀπόστα ἐκεῖ εἷς ἦλθες παροικεῖν μὴ καὶ κρίσιν κρίνειν νῦν οὖν σὲ κακώσομεν μᾶλλον ἢ ἐκείνους καὶ παρεβιάζοντο τὸν ἄνδρα τὸν λωτ σφόδρα καὶ ἤγγισαν συντρῖψαι τὴν θύραν 10 ἐκτείναντες δὲ οἱ ἄνδρες τὰς χεῖρας εἰσεσπάσαντο τὸν λωτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον καὶ τὴν θύραν τοῦ οἴκου ἀπέκλεισαν 11 τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἀορασίᾳ ἀπὸ μικροῦ ἕως μεγάλου καὶ παρελύθησαν ζητοῦντες τὴν θύραν 12 εἶπαν δὲ οἱ ἄνδρες πρὸς λωτ ἔστιν τίς σοι ὧδε γαμβροὶ ἢ υἱοὶ ἢ θυγατέρες ἢ εἴ τίς σοι ἄλλος ἔστιν ἐν τῇ πόλει ἐξάγαγε ἐκ τοῦ τόπου τούτου 13 ὅτι ἀπόλλυμεν ἡμεῖς τὸν τόπον τοῦτον ὅτι ὑψώθη ἡ κραυγὴ αὐτῶν ἐναντίον κυρίου καὶ ἀπέστειλεν ἡμᾶς κύριος ἐκτρῖψαι αὐτήν 14 ἐξῆλθεν δὲ λωτ καὶ ἐλάλησεν πρὸς τοὺς γαμβροὺς αὐτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ καὶ εἶπεν ἀνάστητε καὶ ἐξέλθατε ἐκ τοῦ τόπου τούτου ὅτι ἐκτρίβει κύριος τὴν πόλιν ἔδοξεν δὲ γελοιάζειν ἐναντίον τῶν γαμβρῶν αὐτοῦ 15 ἡνίκα δὲ ὄρθρος ἐγίνετο ἐπεσπούδαζον οἱ ἄγγελοι τὸν λωτ λέγοντες ἀναστὰς λαβὲ τὴν γυναῖκά σου καὶ τὰς δύο θυγατέρας σου ἃς ἔχεις καὶ ἔξελθε ἵνα μὴ συναπόλῃ ταῖς ἀνομίαις τῆς πόλεως 16 καὶ ἐταράχθησαν καὶ ἐκράτησαν οἱ ἄγγελοι τῆς χειρὸς αὐτοῦ καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ καὶ τῶν χειρῶν τῶν δύο θυγατέρων αὐτοῦ ἐν τῷ φείσασθαι κύριον αὐτοῦ 17 καὶ ἐγένετο ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω καὶ εἶπαν σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν μὴ περιβλέψῃς εἰς τὰ ὀπίσω μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ εἰς τὸ ὄρος σῴζου μήποτε συμπαραλημφθῇς 18 εἶπεν δὲ λωτ πρὸς αὐτούς δέομαι κύριε 19 ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου ὃ ποιεῖς ἐπ' ἐμέ τοῦ ζῆν τὴν ψυχήν μου ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος μὴ καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω 20 ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ ἥ ἐστιν μικρά ἐκεῖ σωθήσομαι οὐ μικρά ἐστιν καὶ ζήσεται ἡ ψυχή μου 21 καὶ εἶπεν αὐτῷ ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ τοῦ μὴ καταστρέψαι τὴν πόλιν περὶ ἧς ἐλάλησας 22 σπεῦσον οὖν τοῦ σωθῆναι ἐκεῖ οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα ἕως τοῦ σε εἰσελθεῖν ἐκεῖ διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τῆς πόλεως ἐκείνης σηγωρ 23 ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν καὶ λωτ εἰσῆλθεν εἰς σηγωρ 24 καὶ κύριος ἔβρεξεν ἐπὶ σοδομα καὶ γομορρα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ 25 καὶ κατέστρεψεν τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίοικον καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσιν καὶ πάντα τὰ ἀνατέλλοντα ἐκ τῆς γῆς 26 καὶ ἐπέβλεψεν ἡ γυνὴ αὐτοῦ εἰς τὰ ὀπίσω καὶ ἐγένετο στήλη ἁλός 27 ὤρθρισεν δὲ αβρααμ τὸ πρωὶ εἰς τὸν τόπον οὗ εἱστήκει ἐναντίον κυρίου 28 καὶ ἐπέβλεψεν ἐπὶ πρόσωπον σοδομων καὶ γομορρας καὶ ἐπὶ πρόσωπον τῆς γῆς τῆς περιχώρου καὶ εἶδεν καὶ ἰδοὺ ἀνέβαινεν φλὸξ τῆς γῆς ὡσεὶ ἀτμὶς καμίνου 29 καὶ ἐγένετο ἐν τῷ ἐκτρῖψαι κύριον πάσας τὰς πόλεις τῆς περιοίκου ἐμνήσθη ὁ θεὸς τοῦ αβρααμ καὶ ἐξαπέστειλεν τὸν λωτ ἐκ μέσου τῆς καταστροφῆς ἐν τῷ καταστρέψαι κύριον τὰς πόλεις ἐν αἷς κατῴκει ἐν αὐταῖς λωτ 30 ἀνέβη δὲ λωτ ἐκ σηγωρ καὶ ἐκάθητο ἐν τῷ ὄρει καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ' αὐτοῦ ἐφοβήθη γὰρ κατοικῆσαι ἐν σηγωρ καὶ ὤ|κησεν ἐν τῷ σπηλαίῳ αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ' αὐτοῦ 31 εἶπεν δὲ ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν ὁ πατὴρ ἡμῶν πρεσβύτερος καὶ οὐδείς ἐστιν ἐπὶ τῆς γῆς ὃς εἰσελεύσεται πρὸς ἡμᾶς ὡς καθήκει πάσῃ τῇ γῇ 32 δεῦρο καὶ ποτίσωμεν τὸν πατέρα ἡμῶν οἶνον καὶ κοιμηθῶμεν μετ' αὐτοῦ καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα 33 ἐπότισαν δὲ τὸν πατέρα αὐτῶν οἶνον ἐν τῇ νυκτὶ ταύτῃ καὶ εἰσελθοῦσα ἡ πρεσβυτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς τὴν νύκτα ἐκείνην καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὴν καὶ ἀναστῆναι 34 ἐγένετο δὲ τῇ ἐπαύριον καὶ εἶπεν ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν ἰδοὺ ἐκοιμήθην ἐχθὲς μετὰ τοῦ πατρὸς ἡμῶν ποτίσωμεν αὐτὸν οἶνον καὶ τὴν νύκτα ταύτην καὶ εἰσελθοῦσα κοιμήθητι μετ' αὐτοῦ καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα 35 ἐπότισαν δὲ καὶ ἐν τῇ νυκτὶ ἐκείνῃ τὸν πατέρα αὐτῶν οἶνον καὶ εἰσελθοῦσα ἡ νεωτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὴν καὶ ἀναστῆναι 36 καὶ συνέλαβον αἱ δύο θυγατέρες λωτ ἐκ τοῦ πατρὸς αὐτῶν 37 καὶ ἔτεκεν ἡ πρεσβυτέρα υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ μωαβ λέγουσα ἐκ τοῦ πατρός μου οὗτος πατὴρ μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας 38 ἔτεκεν δὲ καὶ ἡ νεωτέρα υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ αμμαν υἱὸς τοῦ γένους μου οὗτος πατὴρ αμμανιτῶν ἕως τῆς σήμερον ἡμέρας
📓 My Notes for this Chapter▼
⚠️ This note is saved ONLY in your browser. If you clear browser data, it will be lost. Export your notes for backup.
🤔 Reflect on this chapter▼

Questions to reflect on in Genesis 19:

  • 1. How did the men of Sodom treat the visitors?
  • 2. Why did Lot's wife look back?
  • 3. What does this teach you about the urgency of fleeing from sin?

📖 This chapter in other languages and versions 27 translations

🇸🇾 Aramaic (1)

🇩🇪 German (2)

🇬🇷 Greek (1)

✅ CODEX ALEXANDRINUS

🇮🇹 Italian (1)

🇵🇱 Polish (1)

🇵🇹 Portuguese (2)

🌍 This chapter is available in 10 languages and 27 different translations

📤 Export Chapter

Note: PDF export may not properly display Greek, Hebrew, or Aramaic characters. For these languages, we recommend using the Image export.
Note: For very large chapters (more than 100 verses) use PDF export.
💡 Exporting Highlights: To preserve your highlights in exports, use the "Generate Chapter Image" option below. Text and PDF exports will not include highlight colors.
📖 Bible Versions Reference Guide▼

This page displays multiple Bible translations. Here's what each abbreviation means:

Available Bible Versions

Complete Bible (Old & New Testament)

🇪🇸 Reina-Valera 1909 (RV1909)

Classic Spanish Protestant translation from the Reina-Valera tradition.

🇪🇸 Biblia del Oso 1569 (RV1569)

The first complete Spanish Bible translated by Casiodoro de Reina.

🇪🇸 Reina-Valera Antigua (RVA)

Historic Spanish revision based on early Reina-Valera texts.

🇵🇹 Almeida 1628 (ALM1628)

Early Portuguese Bible translation by João Ferreira de Almeida.

🇵🇹 Almeida 1753 (ALM1753)

Historic revision of the Portuguese Almeida Bible.

🇮🇹 Diodati 1885 (DIOD1885)

Classic Italian Protestant Bible translation.

🇬🇧 World English Bible (WEB)

Modern public domain English translation based on the American Standard Version.

🇬🇧 King James Version (KJV)

Historic English Bible translation first published in 1611.

🇫🇷 Louis Segond 1910 (LS1910)

Classic French Protestant translation widely used in French-speaking churches.

🇩🇪 Luther Bible 1912 (LUT1912)

German Bible based on Martin Luther’s historic translation.

🇵🇱 Biblia Jakuba Wujka 1599 (WUJ1599)

Historic Polish Catholic Bible translated by Jakub Wujek.

🇵🇱 Biblia Warszawska 1881 (BW1881)

Classic Polish Protestant Bible translation.

Old Testament Sources

🇮🇱 Leningrad Codex (Hebrew)

The oldest complete manuscript of the Hebrew Bible used for modern critical editions.

🇬🇧 Jewish Publication Society (JPS)

English translation of the Hebrew Scriptures by Jewish scholars.

🇬🇷 Codex Alexandrinus (Greek)

Ancient Greek manuscript containing major portions of the Septuagint.

🇬🇧 Brenton Septuagint (LXX Brenton)

English translation of the Greek Septuagint by Sir Lancelot Brenton.

🇮🇱 Samaritan Pentateuch (Hebrew)

Ancient Hebrew version of the Torah preserved by the Samaritan community.

🇬🇧 Samaritan Pentateuch (English)

English translation of the Samaritan Torah.

🇸🇾 Targum Onkelos (Aramaic)

Ancient Aramaic translation of the Torah traditionally attributed to Onkelos.

🇬🇧 Targum Onkelos (English)

English translation of the Aramaic Targum Onkelos.

Note: This list includes the most common versions available in our library. The actual versions displayed depend on availability for each specific verse.

⚙️ Customize Display

🍪 Tu privacidad importa

Usamos cookies propias y de terceros para mejorar tu experiencia, recordar tus preferencias y mostrarte contenido relevante. Puedes aceptar todas, rechazar las no esenciales o personalizar tu configuración.

Política de privacidad

Configuración de cookies

Elige qué cookies permites. Las cookies necesarias son imprescindibles para el funcionamiento del sitio.

Cookies necesarias Siempre activas

Permiten la navegación y el uso de las funciones básicas (inicio de sesión, ajustes de privacidad). No se pueden desactivar.

Cookies de preferencias

Permiten recordar tus ajustes (idioma, versión bíblica favorita) para ofrecerte una experiencia personalizada.

Cookies de análisis

Recopilan información anónima sobre cómo usas el sitio (páginas visitadas, tiempo de uso) para mejorar nuestros servicios.

Cookies de marketing

Se usan para mostrarte anuncios relevantes y medir la efectividad de nuestras campañas publicitarias.

Tus derechos GDPR

Puedes acceder, rectificar y eliminar tus datos personales en cualquier momento. Más información en nuestra política de privacidad.