Jeremiah 51

Read, highlight, and export CODEX ALEXANDRINUS: Jeremiah 51 in multiple formats. Click verses to highlight, then save or share your selections. You can export in TXT, PDF or PNG. All for free.

← →

🎨 Highlight Verses

Tip: Click on any verse to highlight it with the selected color
CODEX ALEXANDRINUS · Jeremiah 51
1 27:46 ὅτι ἀπὸ φωνῆς ἁλώσεως βαβυλῶνος σεισθήσεται ἡ γῆ καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται 2 28:1 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ βαβυλῶνα καὶ ἐπὶ τοὺς κατοικοῦντας χαλδαίους ἄνεμον καύσωνα διαφθείροντα 3 28:2 καὶ ἐξαποστελῶ εἰς βαβυλῶνα ὑβριστάς καὶ καθυβρίσουσιν αὐτὴν καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς οὐαὶ ἐπὶ βαβυλῶνα κυκλόθεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς 4 28:3 ἐπ' αὐτὴν τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ καὶ περιθέσθω ᾧ ἐστιν ὅπλα αὐτῷ καὶ μὴ φείσησθε ἐπὶ νεανίσκους αὐτῆς καὶ ἀφανίσατε πᾶσαν τὴν δύναμιν αὐτῆς 5 28:4 καὶ πεσοῦνται τραυματίαι ἐν γῇ χαλδαίων καὶ κατακεκεντημένοι ἔξωθεν αὐτῆς 6 28:5 διότι οὐκ ἐχήρευσεν ισραηλ καὶ ιουδας ἀπὸ θεοῦ αὐτῶν ἀπὸ κυρίου παντοκράτορος ὅτι ἡ γῆ αὐτῶν ἐπλήσθη ἀδικίας ἀπὸ τῶν ἁγίων ισραηλ 7 28:6 φεύγετε ἐκ μέσου βαβυλῶνος καὶ ἀνασῴζετε ἕκαστος τὴν ψυχὴν αὐτοῦ καὶ μὴ ἀπορριφῆτε ἐν τῇ ἀδικίᾳ αὐτῆς ὅτι καιρὸς ἐκδικήσεως αὐτῆς ἐστιν παρὰ κυρίου ἀνταπόδομα αὐτὸς ἀνταποδίδωσιν αὐτῇ 8 28:7 ποτήριον χρυσοῦν βαβυλὼν ἐν χειρὶ κυρίου μεθύσκον πᾶσαν τὴν γῆν ἀπὸ τοῦ οἴνου αὐτῆς ἐπίοσαν ἔθνη διὰ τοῦτο ἐσαλεύθησαν 9 28:8 καὶ ἄφνω ἔπεσεν βαβυλὼν καὶ συνετρίβη θρηνεῖτε αὐτήν λάβετε ῥητίνην τῇ διαφθορᾷ αὐτῆς εἴ πως ἰαθήσεται 10 28:9 ἰατρεύσαμεν τὴν βαβυλῶνα καὶ οὐκ ἰάθη ἐγκαταλίπωμεν αὐτὴν καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ ὅτι ἤγγισεν εἰς οὐρανὸν τὸ κρίμα αὐτῆς ἐξῆρεν ἕως τῶν ἄστρων 11 28:10 ἐξήνεγκεν κύριος τὸ κρίμα αὐτοῦ δεῦτε καὶ ἀναγγείλωμεν εἰς σιων τὰ ἔργα κυρίου θεοῦ ἡμῶν 12 28:11 παρασκευάζετε τὰ τοξεύματα πληροῦτε τὰς φαρέτρας ἤγειρεν κύριος τὸ πνεῦμα βασιλέως μήδων ὅτι εἰς βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ τοῦ ἐξολεθρεῦσαι αὐτήν ὅτι ἐκδίκησις κυρίου ἐστίν ἐκδίκησις λαοῦ αὐτοῦ ἐστιν 13 28:12 ἐπὶ τειχέων βαβυλῶνος ἄρατε σημεῖον ἐπιστήσατε φαρέτρας ἐγείρατε φυλακάς ἑτοιμάσατε ὅπλα ὅτι ἐνεχείρησεν καὶ ποιήσει κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας βαβυλῶνα 14 28:13 κατασκηνοῦντας ἐφ' ὕδασι πολλοῖς καὶ ἐπὶ πλήθει θησαυρῶν αὐτῆς ἥκει τὸ πέρας σου ἀληθῶς εἰς τὰ σπλάγχα σου 15 28:14 ὅτι ὤμοσεν κύριος κατὰ τοῦ βραχίονος αὐτοῦ διότι πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων καὶ φθέγξονται ἐπὶ σὲ οἱ καταβαίνοντες 16 28:15 ποιῶν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ ἑτοιμάζων οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν 17 28:16 εἰς φωνὴν ἔθετο ἦχος ὕδατος ἐν τῷ οὐρανῷ καὶ ἀνήγαγεν νεφέλας ἀπ' ἐσχάτου τῆς γῆς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν φῶς ἐκ θησαυρῶν αὐτοῦ 18 28:17 ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ ὅτι ψευδῆ ἐχώνευσαν οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς 19 28:18 μάταιά ἐστιν ἔργα μεμωκημένα ἐν καιρῷ ἐπισκέψεως αὐτῶν ἀπολοῦνται 20 28:19 οὐ τοιαύτη μερὶς τῷ ιακωβ ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστιν κληρονομία αὐτοῦ κύριος ὄνομα αὐτῷ 21 28:20 διασκορπίζεις σύ μοι σκεύη πολέμου καὶ διασκορπιῶ ἐν σοὶ ἔθνη καὶ ἐξαρῶ ἐκ σοῦ βασιλεῖς 22 28:21 καὶ διασκορπιῶ ἐν σοὶ ἵππον καὶ ἀναβάτην αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτῶν 23 28:22 καὶ διασκορπιῶ ἐν σοὶ νεανίσκον καὶ παρθένον καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ γυναῖκα 24 28:23 καὶ διασκορπιῶ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου 25 28:24 καὶ ἀνταποδώσω τῇ βαβυλῶνι καὶ πᾶσι τοῖς κατοικοῦσι χαλδαίοις πάσας τὰς κακίας αὐτῶν ἃς ἐποίησαν ἐπὶ σιων κατ' ὀφθαλμοὺς ὑμῶν λέγει κύριος 26 28:25 ἰδοὺ ἐγὼ πρὸς σέ τὸ ὄρος τὸ διεφθαρμένον τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ κατακυλιῶ σε ἀπὸ τῶν πετρῶν καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον 27 28:26 καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίθον εἰς γωνίαν καὶ λίθον εἰς θεμέλιον ὅτι εἰς ἀφανισμὸν εἰς τὸν αἰῶνα ἔσῃ λέγει κύριος 28 28:27 ἄρατε σημεῖον ἐπὶ τῆς γῆς σαλπίσατε ἐν ἔθνεσιν σάλπιγγι ἁγιάσατε ἐπ' αὐτὴν ἔθνη παραγγείλατε ἐπ' αὐτὴν βασιλείαις αραρατ παρ' ἐμοῦ καὶ τοῖς ασχαναζαίοις ἐπιστήσατε ἐπ' αὐτὴν βελοστάσεις ἀναβιβάσατε ἐπ' αὐτὴν ἵππον ὡς ἀκρίδων πλῆθος 29 28:28 ἁγιάσατε ἐπ' αὐτὴν ἔθνη τὸν βασιλέα τῶν μήδων καὶ πάσης τῆς γῆς τοὺς ἡγουμένους αὐτοῦ καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ 30 28:29 ἐσείσθη ἡ γῆ καὶ ἐπόνεσεν διότι ἐξανέστη ἐπὶ βαβυλῶνα λογισμὸς κυρίου τοῦ θεῖναι τὴν γῆν βαβυλῶνος εἰς ἀφανισμὸν καὶ μὴ κατοικεῖσθαι αὐτήν 31 28:30 ἐξέλιπεν μαχητὴς βαβυλῶνος τοῦ πολεμεῖν καθήσονται ἐκεῖ ἐν περιοχῇ ἐθραύσθη ἡ δυναστεία αὐτῶν ἐγενήθησαν ὡσεὶ γυναῖκες ἐνεπυρίσθη τὰ σκηνώματα αὐτῆς συνετρίβησαν οἱ μοχλοὶ αὐτῆς 32 28:31 διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ βαβυλῶνος ὅτι ἑάλωκεν ἡ πόλις αὐτοῦ 33 28:32 ἀπ' ἐσχάτου τῶν διαβάσεων αὐτοῦ ἐλήμφθησαν καὶ τὰ συστέματα αὐτῶν ἐνέπρησαν ἐν πυρί καὶ ἄνδρες αὐτοῦ οἱ πολεμισταὶ ἐξέρχονται 34 28:33 διότι τάδε λέγει κύριος οἶκοι βασιλέως βαβυλῶνος ὡς ἅλων ὥριμος ἀλοηθήσονται ἔτι μικρὸν καὶ ἥξει ὁ ἄμητος αὐτῆς 35 28:34 κατέφαγέν με ἐμερίσατό με κατέλαβέν με σκεῦος λεπτὸν ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος κατέπιέν με ὡς δράκων ἔπλησεν τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῆς τρυφῆς μου ἐξῶσέν με 36 28:35 οἱ μόχθοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς βαβυλῶνα ἐρεῖ κατοικοῦσα σιων καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας χαλδαίους ἐρεῖ ιερουσαλημ 37 28:36 διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ κρινῶ τὴν ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς 38 28:37 καὶ ἔσται βαβυλὼν εἰς ἀφανισμὸν καὶ οὐ κατοικηθήσεται 39 28:38 ἅμα ὡς λέοντες ἐξηγέρθησαν καὶ ὡς σκύμνοι λεόντων 40 28:39 ἐν τῇ θερμασίᾳ αὐτῶν δώσω πότημα αὐτοῖς καὶ μεθύσω αὐτούς ὅπως καρωθῶσιν καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον καὶ οὐ μὴ ἐγερθῶσι λέγει κύριος 41 28:40 καταβιβάσω αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν καὶ ὡς κριοὺς μετ' ἐρίφων 42 28:41 πῶς ἑάλω καὶ ἐθηρεύθη τὸ καύχημα πάσης τῆς γῆς πῶς ἐγένετο βαβυλὼν εἰς ἀφανισμὸν ἐν τοῖς ἔθνεσιν 43 28:42 ἀνέβη ἐπὶ βαβυλῶνα ἡ θάλασσα ἐν ἤχῳ κυμάτων αὐτῆς καὶ κατεκαλύφθη 44 28:43 ἐγενήθησαν αἱ πόλεις αὐτῆς γῆ ἄνυδρος καὶ ἄβατος οὐ κατοικήσει ἐν αὐτῇ οὐδὲ εἷς οὐδὲ μὴ καταλύσῃ ἐν αὐτῇ υἱὸς ἀνθρώπου 45 28:44 καὶ ἐκδικήσω ἐπὶ βαβυλῶνα καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ τοῦ στόματος αὐτῆς καὶ οὐ μὴ συναχθῶσιν πρὸς αὐτὴν ἔτι τὰ ἔθνη 46 0 47 0 48 0 49 0 50 28:49 καὶ ἐν βαβυλῶνι πεσοῦνται τραυματίαι πάσης τῆς γῆς 51 28:50 ἀνασῳζόμενοι ἐκ γῆς πορεύεσθε καὶ μὴ ἵστασθε οἱ μακρόθεν μνήσθητε τοῦ κυρίου καὶ ιερουσαλημ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν 52 28:51 ᾐσχύνθημεν ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμῶν κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμῶν εἰσῆλθον ἀλλογενεῖς εἰς τὰ ἅγια ἡμῶν εἰς οἶκον κυρίου 53 28:52 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτῆς καὶ ἐν πάσῃ τῇ γῇ αὐτῆς πεσοῦνται τραυματίαι 54 28:53 ὅτι ἐὰν ἀναβῇ βαβυλὼν ὡς ὁ οὐρανὸς καὶ ὅτι ἐὰν ὀχυρώσῃ ὕψος ἰσχύος αὐτῆς παρ' ἐμοῦ ἥξουσιν ἐξολεθρεύοντες αὐτήν λέγει κύριος 55 28:54 φωνὴ κραυγῆς ἐν βαβυλῶνι καὶ συντριβὴ μεγάλη ἐν γῇ χαλδαίων 56 28:55 ὅτι ἐξωλέθρευσεν κύριος τὴν βαβυλῶνα καὶ ἀπώλεσεν ἀπ' αὐτῆς φωνὴν μεγάλην ἠχοῦσαν ὡς ὕδατα πολλά ἔδωκεν εἰς ὄλεθρον φωνὴν αὐτῆς 57 28:56 ὅτι ἦλθεν ἐπὶ βαβυλῶνα ταλαιπωρία ἑάλωσαν οἱ μαχηταὶ αὐτῆς ἐπτόηται τὸ τόξον αὐτῶν ὅτι θεὸς ἀνταποδίδωσιν αὐτοῖς κύριος ἀνταποδίδωσιν αὐτῇ τὴν ἀνταπόδοσιν 58 28:57 καὶ μεθύσει μέθῃ τοὺς ἡγεμόνας αὐτῆς καὶ τοὺς σοφοὺς αὐτῆς καὶ τοὺς στρατηγοὺς αὐτῆς λέγει ὁ βασιλεύς κύριος παντοκράτωρ ὄνομα αὐτῷ 59 28:58 τάδε λέγει κύριος τεῖχος βαβυλῶνος ἐπλατύνθη κατασκαπτόμενον κατασκαφήσεται καὶ αἱ πύλαι αὐτῆς αἱ ὑψηλαὶ ἐμπυρισθήσονται καὶ οὐ κοπιάσουσιν λαοὶ εἰς κενόν καὶ ἔθνη ἐν ἀρχῇ ἐκλείψουσιν 60 28:59 ὁ λόγος ὃν ἐνετείλατο κύριος ιερεμια τῷ προφήτῃ εἰπεῖν τῷ σαραια υἱῷ νηριου υἱοῦ μαασαιου ὅτε ἐπορεύετο παρὰ σεδεκιου βασιλέως ιουδα εἰς βαβυλῶνα ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ καὶ σαραιας ἄρχων δώρων 61 28:60 καὶ ἔγραψεν ιερεμιας πάντα τὰ κακά ἃ ἥξει ἐπὶ βαβυλῶνα ἐν βιβλίῳ ἑνί πάντας τοὺς λόγους τούτους τοὺς γεγραμμένους ἐπὶ βαβυλῶνα 62 28:61 καὶ εἶπεν ιερεμιας πρὸς σαραιαν ὅταν ἔλθῃς εἰς βαβυλῶνα καὶ ὄψῃ καὶ ἀναγνώσῃ πάντας τοὺς λόγους τούτους 63 28:62 καὶ ἐρεῖς κύριε κύριε σὺ ἐλάλησας ἐπὶ τὸν τόπον τοῦτον τοῦ ἐξολεθρεῦσαι αὐτὸν καὶ τοῦ μὴ εἶναι ἐν αὐτῷ κατοικοῦντας ἀπὸ ἀνθρώπου ἕως κτήνους ὅτι ἀφανισμὸς εἰς τὸν αἰῶνα ἔσται 64 28:63 καὶ ἔσται ὅταν παύσῃ τοῦ ἀναγινώσκειν τὸ βιβλίον τοῦτο καὶ ἐπιδήσεις ἐπ' αὐτὸ λίθον καὶ ῥίψεις αὐτὸ εἰς μέσον τοῦ εὐφράτου
📓 My Notes for this Chapter▼
⚠️ This note is saved ONLY in your browser. If you clear browser data, it will be lost. Export your notes for backup.
🤔 Reflect on this chapter▼

Questions to reflect on in Jeremiah 51:

  • 1. What more against Babylon?
  • 2. What stone?
  • 3. What did he write?

📖 This chapter in other languages and versions 23 translations

🇩🇪 German (2)

🇬🇷 Greek (1)

✅ CODEX ALEXANDRINUS

🇮🇱 Hebrew (1)

🇮🇹 Italian (1)

🇵🇱 Polish (1)

🇵🇹 Portuguese (2)

🌍 This chapter is available in 9 languages and 23 different translations

📤 Export Chapter

Note: PDF export may not properly display Greek, Hebrew, or Aramaic characters. For these languages, we recommend using the Image export.
Note: For very large chapters (more than 100 verses) use PDF export.
💡 Exporting Highlights: To preserve your highlights in exports, use the "Generate Chapter Image" option below. Text and PDF exports will not include highlight colors.
📖 Bible Versions Reference Guide▼

This page displays multiple Bible translations. Here's what each abbreviation means:

Available Bible Versions

Complete Bible (Old & New Testament)

🇪🇸 Reina-Valera 1909 (RV1909)

Classic Spanish Protestant translation from the Reina-Valera tradition.

🇪🇸 Biblia del Oso 1569 (RV1569)

The first complete Spanish Bible translated by Casiodoro de Reina.

🇪🇸 Reina-Valera Antigua (RVA)

Historic Spanish revision based on early Reina-Valera texts.

🇵🇹 Almeida 1628 (ALM1628)

Early Portuguese Bible translation by João Ferreira de Almeida.

🇵🇹 Almeida 1753 (ALM1753)

Historic revision of the Portuguese Almeida Bible.

🇮🇹 Diodati 1885 (DIOD1885)

Classic Italian Protestant Bible translation.

🇬🇧 World English Bible (WEB)

Modern public domain English translation based on the American Standard Version.

🇬🇧 King James Version (KJV)

Historic English Bible translation first published in 1611.

🇫🇷 Louis Segond 1910 (LS1910)

Classic French Protestant translation widely used in French-speaking churches.

🇩🇪 Luther Bible 1912 (LUT1912)

German Bible based on Martin Luther’s historic translation.

🇵🇱 Biblia Jakuba Wujka 1599 (WUJ1599)

Historic Polish Catholic Bible translated by Jakub Wujek.

🇵🇱 Biblia Warszawska 1881 (BW1881)

Classic Polish Protestant Bible translation.

Old Testament Sources

🇮🇱 Leningrad Codex (Hebrew)

The oldest complete manuscript of the Hebrew Bible used for modern critical editions.

🇬🇧 Jewish Publication Society (JPS)

English translation of the Hebrew Scriptures by Jewish scholars.

🇬🇷 Codex Alexandrinus (Greek)

Ancient Greek manuscript containing major portions of the Septuagint.

🇬🇧 Brenton Septuagint (LXX Brenton)

English translation of the Greek Septuagint by Sir Lancelot Brenton.

🇮🇱 Samaritan Pentateuch (Hebrew)

Ancient Hebrew version of the Torah preserved by the Samaritan community.

🇬🇧 Samaritan Pentateuch (English)

English translation of the Samaritan Torah.

🇸🇾 Targum Onkelos (Aramaic)

Ancient Aramaic translation of the Torah traditionally attributed to Onkelos.

🇬🇧 Targum Onkelos (English)

English translation of the Aramaic Targum Onkelos.

Note: This list includes the most common versions available in our library. The actual versions displayed depend on availability for each specific verse.

⚙️ Customize Display

🍪 Tu privacidad importa

Usamos cookies propias y de terceros para mejorar tu experiencia, recordar tus preferencias y mostrarte contenido relevante. Puedes aceptar todas, rechazar las no esenciales o personalizar tu configuración.

Política de privacidad

Configuración de cookies

Elige qué cookies permites. Las cookies necesarias son imprescindibles para el funcionamiento del sitio.

Cookies necesarias Siempre activas

Permiten la navegación y el uso de las funciones básicas (inicio de sesión, ajustes de privacidad). No se pueden desactivar.

Cookies de preferencias

Permiten recordar tus ajustes (idioma, versión bíblica favorita) para ofrecerte una experiencia personalizada.

Cookies de análisis

Recopilan información anónima sobre cómo usas el sitio (páginas visitadas, tiempo de uso) para mejorar nuestros servicios.

Cookies de marketing

Se usan para mostrarte anuncios relevantes y medir la efectividad de nuestras campañas publicitarias.

Tus derechos GDPR

Puedes acceder, rectificar y eliminar tus datos personales en cualquier momento. Más información en nuestra política de privacidad.