Juges 9

Lis, surligne et exporte CODEX ALEXANDRINUS : Juges 9 en plusieurs formats. Clique sur les versets pour les surligner, puis enregistre ou partage tes sélections. Tu peux exporter en TXT, PDF ou PNG. Tout est gratuit.

← →

🎨 Surligner les versets

Astuce : Clique sur n'importe quel verset pour le surligner avec la couleur sélectionnée
CODEX ALEXANDRINUS · Juges 9
1 καὶ ἐπορεύθη αβιμελεχ υἱὸς ιεροβααλ εἰς συχεμ πρὸς ἀδελφοὺς μητρὸς αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν συγγένειαν οἴκου πατρὸς μητρὸς αὐτοῦ λέγων 2 λαλήσατε δὴ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν συχεμ τί τὸ ἀγαθὸν ὑμῖν κυριεῦσαι ὑμῶν ἑβδομήκοντα ἄνδρας πάντας υἱοὺς ιεροβααλ ἢ κυριεύειν ὑμῶν ἄνδρα ἕνα καὶ μνήσθητε ὅτι ὀστοῦν ὑμῶν καὶ σὰρξ ὑμῶν εἰμι 3 καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν συχεμ πάντας τοὺς λόγους τούτους καὶ ἔκλινεν ἡ καρδία αὐτῶν ὀπίσω αβιμελεχ ὅτι εἶπαν ἀδελφὸς ἡμῶν ἐστιν 4 καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐξ οἴκου βααλβεριθ καὶ ἐμισθώσατο ἑαυτῷ αβιμελεχ ἄνδρας κενοὺς καὶ δειλούς καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ 5 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς εφραθα καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτοῦ υἱοὺς ιεροβααλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ κατελείφθη ιωαθαν υἱὸς ιεροβααλ ὁ νεώτερος ὅτι ἐκρύβη 6 καὶ συνήχθησαν πάντες ἄνδρες σικιμων καὶ πᾶς οἶκος βηθμααλων καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν αβιμελεχ πρὸς τῇ βαλάνῳ τῇ εὑρετῇ τῆς στάσεως τῆς ἐν σικιμοις 7 καὶ ἀνηγγέλη τῷ ιωαθαν καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ κορυφὴν ὄρους γαριζιν καὶ ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν καὶ εἶπεν αὐτοῖς ἀκούσατέ μου ἄνδρες σικιμων καὶ ἀκούσεται ὑμῶν ὁ θεός 8 πορευόμενα ἐπορεύθη τὰ ξύλα τοῦ χρῖσαι ἐφ' ἑαυτὰ βασιλέα καὶ εἶπον τῇ ἐλαίᾳ βασίλευσον ἐφ' ἡμῶν 9 καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία μὴ ἀπολείψασα τὴν πιότητά μου ἐν ᾗ δοξάσουσι τὸν θεὸν ἄνδρες πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων 10 καὶ εἶπον τὰ ξύλα τῇ συκῇ δεῦρο βασίλευσον ἐφ' ἡμῶν 11 καὶ εἶπεν αὐτοῖς ἡ συκῆ μὴ ἀπολείψασα ἐγὼ τὴν γλυκύτητά μου καὶ τὰ γενήματά μου τὰ ἀγαθὰ πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων 12 καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ἄμπελον δεῦρο σὺ βασίλευσον ἐφ' ἡμῶν 13 καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος μὴ ἀπολείψασα τὸν οἶνόν μου τὸν εὐφραίνοντα θεὸν καὶ ἀνθρώπους πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων 14 καὶ εἶπαν πάντα τὰ ξύλα τῇ ῥάμνῳ δεῦρο σὺ βασίλευσον ἐφ' ἡμῶν 15 καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς τοῦ βασιλεύειν ἐφ' ὑμᾶς δεῦτε ὑπόστητε ἐν τῇ σκιᾷ μου καὶ εἰ μή ἐξέλθῃ πῦρ ἀπ' ἐμοῦ καὶ καταφάγῃ τὰς κέδρους τοῦ λιβάνου 16 καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν αβιμελεχ καὶ εἰ ἀγαθωσύνην ἐποιήσατε μετὰ ιεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ καὶ εἰ ὡς ἀνταπόδοσις χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ 17 ὡς παρετάξατο ὁ πατήρ μου ὑπὲρ ὑμῶν καὶ ἐξέρριψεν τὴν ψυχὴν αὐτοῦ ἐξ ἐναντίας καὶ ἐρρύσατο ὑμᾶς ἐκ χειρὸς μαδιαμ 18 καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ ἐβασιλεύσατε τὸν αβιμελεχ υἱὸν παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας σικιμων ὅτι ἀδελφὸς ὑμῶν ἐστιν 19 καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ ιεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ εὐφρανθείητε ἐν αβιμελεχ καὶ εὐφρανθείη καί γε αὐτὸς ἐφ' ὑμῖν 20 εἰ δὲ οὐ ἐξέλθοι πῦρ ἀπὸ αβιμελεχ καὶ φάγοι τοὺς ἄνδρας σικιμων καὶ τὸν οἶκον βηθμααλλων καὶ ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν σικιμων καὶ ἐκ τοῦ οἴκου βηθμααλλων καὶ καταφάγοι τὸν αβιμελεχ 21 καὶ ἔφυγεν ιωαθαν καὶ ἀπέδρα καὶ ἐπορεύθη ἕως βαιηρ καὶ ὤ|κησεν ἐκεῖ ἀπὸ προσώπου αβιμελεχ ἀδελφοῦ αὐτοῦ 22 καὶ ἦρξεν αβιμελεχ ἐπὶ ισραηλ τρία ἔτη 23 καὶ ἐξαπέστειλεν ὁ θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον αβιμελεχ καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν σικιμων καὶ ἠθέτησαν ἄνδρες σικιμων ἐν τῷ οἴκῳ αβιμελεχ 24 τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑβδομήκοντα υἱῶν ιεροβααλ καὶ τὰ αἵματα αὐτῶν τοῦ θεῖναι ἐπὶ αβιμελεχ τὸν ἀδελφὸν αὐτῶν ὃς ἀπέκτεινεν αὐτούς καὶ ἐπὶ ἄνδρας σικιμων ὅτι ἐνίσχυσαν τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ 25 καὶ ἔθηκαν αὐτῷ οἱ ἄνδρες σικιμων ἐνεδρεύοντας ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων καὶ διήρπαζον πάντα ὃς παρεπορεύετο ἐπ' αὐτοὺς ἐν τῇ ὁδῷ καὶ ἀπηγγέλη τῷ βασιλεῖ αβιμελεχ 26 καὶ ἦλθεν γααλ υἱὸς ιωβηλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ παρῆλθον ἐν σικιμοις καὶ ἦλπισαν ἐν αὐτῷ οἱ ἄνδρες σικιμων 27 καὶ ἐξῆλθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ ἐπάτησαν καὶ ἐποίησαν ελλουλιμ καὶ εἰσήνεγκαν εἰς οἶκον θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον καὶ κατηράσαντο τὸν αβιμελεχ 28 καὶ εἶπεν γααλ υἱὸς ιωβηλ τίς ἐστιν αβιμελεχ καὶ τίς ἐστιν υἱὸς συχεμ ὅτι δουλεύσομεν αὐτῷ οὐχ υἱὸς ιεροβααλ καὶ ζεβουλ ἐπίσκοπος αὐτοῦ δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν εμμωρ πατρὸς συχεμ καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς 29 καὶ τίς δῴη τὸν λαὸν τοῦτον ἐν χειρί μου καὶ μεταστήσω τὸν αβιμελεχ καὶ ἐρῶ πρὸς αὐτόν πλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε 30 καὶ ἤκουσεν ζεβουλ ἄρχων τῆς πόλεως τοὺς λόγους γααλ υἱοῦ ιωβηλ καὶ ὠργίσθη θυμῷ αὐτός 31 καὶ ἀπέστειλεν ἀγγέλους πρὸς αβιμελεχ ἐν κρυφῇ λέγων ἰδοὺ γααλ υἱὸς ιωβηλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔρχονται εἰς συχεμ καὶ ἰδοὺ αὐτοὶ περικάθηνται τὴν πόλιν ἐπὶ σέ 32 καὶ νῦν ἀναστὰς νυκτὸς σὺ καὶ ὁ λαὸς ὁ μετὰ σοῦ καὶ ἐνέδρευσον ἐν τῷ ἀγρῷ 33 καὶ ἔσται τὸ πρωὶ ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον ὀρθριεῖς καὶ ἐκτενεῖς ἐπὶ τὴν πόλιν καὶ ἰδοὺ αὐτὸς καὶ ὁ λαὸς ὁ μετ' αὐτοῦ ἐκπορεύονται πρὸς σέ καὶ ποιήσεις αὐτῷ ὅσα ἂν εὕρῃ ἡ χείρ σου 34 καὶ ἀνέστη αβιμελεχ καὶ πᾶς ὁ λαὸς μετ' αὐτοῦ νυκτὸς καὶ ἐνήδρευσαν ἐπὶ συχεμ τέτρασιν ἀρχαῖς 35 καὶ ἐξῆλθεν γααλ υἱὸς ιωβηλ καὶ ἔστη πρὸς τῇ θύρᾳ τῆς πύλης τῆς πόλεως καὶ ἀνέστη αβιμελεχ καὶ ὁ λαὸς ὁ μετ' αὐτοῦ ἀπὸ τοῦ ἐνέδρου 36 καὶ εἶδεν γααλ υἱὸς ιωβηλ τὸν λαὸν καὶ εἶπεν πρὸς ζεβουλ ἰδοὺ λαὸς καταβαίνει ἀπὸ κεφαλῶν τῶν ὀρέων καὶ εἶπεν πρὸς αὐτὸν ζεβουλ τὴν σκιὰν τῶν ὀρέων σὺ βλέπεις ὡς ἄνδρας 37 καὶ προσέθετο ἔτι γααλ τοῦ λαλῆσαι καὶ εἶπεν ἰδοὺ λαὸς καταβαίνων κατὰ θάλασσαν ἀπὸ τοῦ ἐχόμενα ὀμφαλοῦ τῆς γῆς καὶ ἀρχὴ ἑτέρα ἔρχεται διὰ ὁδοῦ ηλωνμαωνενιμ 38 καὶ εἶπεν πρὸς αὐτὸν ζεβουλ καὶ ποῦ ἐστιν τὸ στόμα σου ὡς ἐλάλησας τίς ἐστιν αβιμελεχ ὅτι δουλεύσομεν αὐτῷ μὴ οὐχὶ οὗτος ὁ λαός ὃν ἐξουδένωσας ἔξελθε δὴ νῦν καὶ παράταξαι αὐτῷ 39 καὶ ἐξῆλθεν γααλ ἐνώπιον ἀνδρῶν συχεμ καὶ παρετάξατο πρὸς αβιμελεχ 40 καὶ ἐδίωξεν αὐτὸν αβιμελεχ καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτοῦ καὶ ἔπεσαν τραυματίαι πολλοὶ ἕως τῆς θύρας τῆς πύλης 41 καὶ εἰσῆλθεν αβιμελεχ ἐν αρημα καὶ ἐξέβαλεν ζεβουλ τὸν γααλ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μὴ οἰκεῖν ἐν συχεμ 42 καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἐξῆλθεν ὁ λαὸς εἰς τὸν ἀγρόν καὶ ἀνήγγειλεν τῷ αβιμελεχ 43 καὶ ἔλαβεν τὸν λαὸν καὶ διεῖλεν αὐτοὺς εἰς τρεῖς ἀρχὰς καὶ ἐνήδρευσεν ἐν ἀγρῷ καὶ εἶδεν καὶ ἰδοὺ ὁ λαὸς ἐξῆλθεν ἐκ τῆς πόλεως καὶ ἀνέστη ἐπ' αὐτοὺς καὶ ἐπάταξεν αὐτούς 44 καὶ αβιμελεχ καὶ οἱ ἀρχηγοὶ οἱ μετ' αὐτοῦ ἐξέτειναν καὶ ἔστησαν παρὰ τὴν θύραν τῆς πύλης τῆς πόλεως καὶ αἱ δύο ἀρχαὶ ἐξέτειναν ἐπὶ πάντας τοὺς ἐν τῷ ἀγρῷ καὶ ἐπάταξαν αὐτούς 45 καὶ αβιμελεχ παρετάσσετο ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην καὶ κατελάβετο τὴν πόλιν καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀπέκτεινεν καὶ καθεῖλεν τὴν πόλιν καὶ ἔσπειρεν εἰς ἅλας 46 καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργων συχεμ καὶ ἦλθον εἰς συνέλευσιν βαιθηλβεριθ 47 καὶ ἀνηγγέλη τῷ αβιμελεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες πύργων συχεμ 48 καὶ ἀνέβη αβιμελεχ εἰς ὄρος ερμων καὶ πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ καὶ ἔλαβεν αβιμελεχ τὰς ἀξίνας ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔκοψεν κλάδον ξύλου καὶ ἦρεν καὶ ἔθηκεν ἐπ' ὤμων αὐτοῦ καὶ εἶπεν τῷ λαῷ τῷ μετ' αὐτοῦ ὃ εἴδετέ με ποιοῦντα ταχέως ποιήσατε ὡς ἐγώ 49 καὶ ἔκοψαν καί γε ἀνὴρ κλάδον πᾶς ἀνὴρ καὶ ἐπορεύθησαν ὀπίσω αβιμελεχ καὶ ἐπέθηκαν ἐπὶ τὴν συνέλευσιν καὶ ἐνεπύρισαν ἐπ' αὐτοὺς τὴν συνέλευσιν ἐν πυρί καὶ ἀπέθανον καί γε πάντες οἱ ἄνδρες πύργου σικιμων ὡς χίλιοι ἄνδρες καὶ γυναῖκες 50 καὶ ἐπορεύθη αβιμελεχ ἐκ βαιθηλβεριθ καὶ παρενέβαλεν ἐν θηβης καὶ κατέλαβεν αὐτήν 51 καὶ πύργος ἰσχυρὸς ἦν ἐν μέσῳ τῆς πόλεως καὶ ἔφυγον ἐκεῖ πάντες οἱ ἄνδρες καὶ αἱ γυναῖκες τῆς πόλεως καὶ ἔκλεισαν ἔξωθεν αὐτῶν καὶ ἀνέβησαν ἐπὶ τὸ δῶμα τοῦ πύργου 52 καὶ ἦλθεν αβιμελεχ ἕως τοῦ πύργου καὶ παρετάξαντο αὐτῷ καὶ ἤγγισεν αβιμελεχ ἕως τῆς θύρας τοῦ πύργου τοῦ ἐμπρῆσαι αὐτὸν ἐν πυρί 53 καὶ ἔρριψεν γυνὴ μία κλάσμα ἐπιμυλίου ἐπὶ κεφαλὴν αβιμελεχ καὶ ἔκλασεν τὸ κρανίον αὐτοῦ 54 καὶ ἐβόησεν ταχὺ πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ καὶ εἶπεν αὐτῷ σπάσον τὴν ῥομφαίαν μου καὶ θανάτωσόν με μήποτε εἴπωσιν γυνὴ ἀπέκτεινεν αὐτόν καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ καὶ ἀπέθανεν 55 καὶ εἶδεν ἀνὴρ ισραηλ ὅτι ἀπέθανεν αβιμελεχ καὶ ἐπορεύθησαν ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ 56 καὶ ἐπέστρεψεν ὁ θεὸς τὴν πονηρίαν αβιμελεχ ἣν ἐποίησεν τῷ πατρὶ αὐτοῦ ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτοῦ 57 καὶ τὴν πᾶσαν πονηρίαν ἀνδρῶν συχεμ ἐπέστρεψεν ὁ θεὸς εἰς κεφαλὴν αὐτῶν καὶ ἐπῆλθεν ἐπ' αὐτοὺς ἡ κατάρα ιωαθαν υἱοῦ ιεροβααλ
📓 Mes notes pour ce chapitre▼
⚠️ Cette note est enregistrée UNIQUEMENT dans votre navigateur. Si vous effacez les données du navigateur, elle sera perdue. Exportez vos notes pour les sauvegarder.

📖 Ce chapitre dans d'autres langues et versions 23 traductions

🇩🇪 Allemand (2)

🇬🇷 Grec (1)

✅ CODEX ALEXANDRINUS

🇮🇱 Hébreu (1)

🇮🇹 Italien (1)

🇵🇱 Polish (1)

🇵🇹 Portugais (2)

🌍 Ce chapitre est disponible en 9 langues et 23 traductions différentes

📤 Exporter le chapitre

Note: L'exportation en PDF peut ne pas afficher correctement les caractères en grec, hébreu ou araméen. Pour ces langues, nous recommandons d'utiliser l'exportation en image.
Note: Pour les chapitres très longs (plus de 100 versets), utilise l'exportation en PDF.
💡 Exportation des surlignages: Pour conserver tes surlignages dans les exportations, utilise l'option "Générer l'image du chapitre" qui apparaît ci-dessous. Les exportations en texte et en PDF n'incluront pas les couleurs de surlignage.
📖 Guide de référence des versions bibliques▼

Cette page montre de multiples traductions de la Bible. Voici ce que signifie chaque abréviation :

Versions Bibliques Disponibles

Bible Complète (Ancien et Nouveau Testament)

🇪🇸 Reina-Valera 1909 (RV1909)

Traduction protestante espagnole classique de la tradition Reina-Valera.

🇪🇸 Biblia del Oso 1569 (RV1569)

Première Bible complète en espagnol, traduite par Casiodoro de Reina.

🇪🇸 Reina-Valera Antigua (RVA)

Révision historique espagnole basée sur les textes anciens de Reina-Valera.

🇵🇹 Almeida 1628 (ALM1628)

Traduction ancienne de la Bible en portugais par João Ferreira de Almeida.

🇵🇹 Almeida 1753 (ALM1753)

Révision historique de la Bible portugaise d'Almeida.

🇮🇹 Diodati 1885 (DIOD1885)

Traduction classique de la Bible protestante italienne.

🇬🇧 World English Bible (WEB)

Traduction anglaise moderne du domaine public basée sur la Version Standard Américaine.

🇬🇧 King James Version (KJV)

Traduction historique de la Bible en anglais publiée pour la première fois en 1611.

🇫🇷 Louis Segond 1910 (LS1910)

Traduction protestante française classique largement utilisée dans les églises francophones.

🇩🇪 Luther Bible 1912 (LUT1912)

Bible allemande basée sur la traduction historique de Martin Luther.

🇵🇱 Biblia Jakuba Wujka 1599 (WUJ1599)

Traduction catholique polonaise historique de la Bible par Jakub Wujek.

🇵🇱 Biblia Warszawska 1881 (BW1881)

Traduction protestante polonaise classique de la Bible.

Sources de l'Ancien Testament

🇮🇱 Codex de Léningrad (Hébreu)

Le plus ancien manuscrit complet de la Bible hébraïque utilisé pour les éditions critiques modernes.

🇬🇧 Société de Publications Juives (JPS)

Traduction en anglais des Écritures hébraïques par des érudits juifs.

🇬🇷 Codex Alexandrinus (Grec)

Ancien manuscrit grec contenant des portions importantes de la Septante.

🇬🇧 Septante de Brenton (LXX Brenton)

Traduction en anglais de la Septante grecque par Sir Lancelot Brenton.

🇮🇱 Pentateuque Samaritain (Hébreu)

Ancienne version hébraïque de la Torah préservée par la communauté samaritaine.

🇬🇧 Pentateuque Samaritain (Anglais)

Traduction en anglais de la Torah samaritaine.

🇸🇾 Targum Onkelos (Araméen)

Ancienne traduction araméenne de la Torah traditionnellement attribuée à Onkelos.

🇬🇧 Targum Onkelos (Anglais)

Traduction en anglais du Targum Onkelos araméen.

Note: Cette liste inclut les versions les plus courantes disponibles dans notre bibliothèque. Les versions affichées dépendent de la disponibilité pour chaque verset spécifique.

⚙️ Personnaliser l'affichage

🍪 Tu privacidad importa

Usamos cookies propias y de terceros para mejorar tu experiencia, recordar tus preferencias y mostrarte contenido relevante. Puedes aceptar todas, rechazar las no esenciales o personalizar tu configuración.

Política de privacidad

Configuración de cookies

Elige qué cookies permites. Las cookies necesarias son imprescindibles para el funcionamiento del sitio.

Cookies necesarias Siempre activas

Permiten la navegación y el uso de las funciones básicas (inicio de sesión, ajustes de privacidad). No se pueden desactivar.

Cookies de preferencias

Permiten recordar tus ajustes (idioma, versión bíblica favorita) para ofrecerte una experiencia personalizada.

Cookies de análisis

Recopilan información anónima sobre cómo usas el sitio (páginas visitadas, tiempo de uso) para mejorar nuestros servicios.

Cookies de marketing

Se usan para mostrarte anuncios relevantes y medir la efectividad de nuestras campañas publicitarias.

Tus derechos GDPR

Puedes acceder, rectificar y eliminar tus datos personales en cualquier momento. Más información en nuestra política de privacidad.